- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 181

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 181)

ὅτι δὲ ὀρθῶς λέγω, ἔτι μικρῷ σαφέστερον ὑμᾶς βούλομαι διδάξαι. πότερον ὑμῖν ἀμείνων ἀνὴρ εἶναι δοκεῖ Θεμιστοκλῆς, ὁ στρατηγήσας ὅτ ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ τὸν Πέρσην ἐνικᾶτε, ἢ Δημοσθένης, ὁ νυνὶ τὴν τάξιν λιπών· Μιλτιάδης δέ, ὁ τὴν ἐν Μαραθῶνι μάχην νικήσας, ἢ οὗτος· ἔτι δ οἱ ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον καταγαγόντες· Ἀριστείδης δ ὁ δίκαιος, ὁ τὴν ἀνόμοιον ἔχων ἐπωνυμίαν Δημοσθένει·?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION