- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 170

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 170)

τρίτον σώφρονα καὶ μέτριον χρὴ πεφυκέναι αὐτὸν πρὸς τὴν καθ ἡμέραν δίαιταν, ὅπως μὴ διὰ τὴν ἀσέλγειαν τῆς δαπάνης δωροδοκῇ κατὰ τοῦ δήμου. τέταρτον εὐγνώμονα καὶ δυνατὸν εἰπεῖν: καλὸν γὰρ τὴν μὲν διάνοιαν προαιρεῖσθαι τὰ βέλτιστα, τὴν δὲ παιδείαν τὴν τοῦ ῥήτορος καὶ τὸν λόγον πείθειν τοὺς ἀκούοντας: εἰ δὲ μή, τήν γ εὐγνωμοσύνην ἀεὶ προτακτέον τοῦ λόγου. πέμπτον ἀνδρεῖον εἶναι τὴν ψυχήν, ἵνα μὴ παρὰ τὰ δεινὰ καὶ τοὺς κινδύνους ἐγκαταλίπῃ τὸν δῆμον. τὸν δ ὀλιγαρχικὸν πάντα δεῖ τἀναντία τούτων ἔχειν: τί γὰρ δεῖ πάλιν διεξιέναι· σκέψασθε δή, τί τούτων ὑπάρχει Δημοσθένει: ὁ δὲ λογισμὸς ἔστω ἐπὶ πᾶσι δικαίοις.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION