- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 167

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 167)

ταῦτα δὲ τί ἐστιν, ὦ κίναδος· ῥήματα ἢ θαύματα· καὶ πάλιν ὅτε κύκλῳ περιδινῶν σεαυτὸν ἐπὶ τοῦ βήματος ἔλεγες, ὡς ἀντιπράττων Ἀλεξάνδρῳ: "ὁμολογῶ τὰ Λακωνικὰ συστῆσαι, ὁμολογῶ Θετταλοὺς καὶ Περραιβοὺς ἀφιστάναι. σὺ Θετταλοὺς ἀφιστάναι· σὺ γὰρ ἂν κώμην ἀποστήσειας· σὺ γὰρ ἂν προσέλθοις μὴ ὅτι πρὸς πόλιν, ἀλλὰ πρὸς οἰκίαν, ὅπου κίνδυνος πρόσεστιν· ἀλλ εἰ μέν που χρήματα ἀναλίσκεται, προσκαθιζήσει, πρᾶξιν δὲ ἀνδρὸς οὐ πράξεις: ἐὰν δ αὐτόματόν τι συμβῇ, προσποιήσῃ καὶ σαυτὸν ἐπὶ τὸ γεγενημένον ἐπιγράψεις: ἂν δ ἔλθῃ φόβος τις, ἀποδράσῃ: ἂν δὲ θαρρήσωμεν, δωρεὰς αἰτήσεις καὶ χρυσοῦς στεφάνους.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION