호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέξω δὲ κἀγὼ τὰ ἔπη: διὰ τοῦτο γὰρ οἶμαι παῖδας ὄντας ἡμᾶς τὰς τῶν ποιητῶν γνώμας ἐκμανθάνειν, ἵν ἄνδρες ὄντες αὐταῖς χρώμεθα: πολλάκι δὴ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μητιάαται. τοῖσιν δ οὐρανόθεν μέγ ἐπήγαγε πῆμα Κρονίων,λιμὸν ὁμοῦ καὶ λοιμόν, ἀποφθινύθουσι δὲ λαοί: ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος,ἢ νέας ἐν πόντῳ ἀποτείνυται εὐρύοπα Ζεύς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기