- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 128

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 128)

ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, κατεμείναμεν διὰ τοῦτο τὸ ψήφισμα, οἱ δ ἄλλοι Ἀμφικτύονες συνελέγησαν εἰς Πύλας πλὴν μιᾶς πόλεως, ἧς ἐγὼ οὔτ ἂν τοὔνομα εἴποιμι, μήθ αἱ συμφοραὶ παραπλήσιοι γένοιντο αὐτῆς μηδενὶ τῶν Ἑλλήνων. καὶ συνελθόντες ἐψηφίσαντο ἐπιστρατεύειν ἐπὶ τοὺς Ἀμφισσέας, καὶ στρατηγὸν εἵλοντο Κόττυφον τὸν Φαρσάλιον τὸν τότε τὰς γνώμας ἐπιψηφίζοντα, οὐκ ἐπιδημοῦντος ἐν Μακεδονία Φιλίππου, οὐδ ἐν τῇ Ἑλλάδι παρόντος, ἀλλ ἐν Σκύθαις οὕτω μακρὰν ἀπόντος: ὃν αὐτίκα μάλα τολμήσει λέγειν Δημοσθένης ὡς ἐγὼ ἐπὶ τοὺς Ἕλληνας ἐπήγαγον.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION