- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 94

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 94)

οὔπω τοίνυν τοῦτ ἐστὶ δεινόν, εἰ καιροὶ τηλικοῦτοι πεπραμένοι τυγχάνουσιν καὶ συνεδρίαι καὶ συντάξεις, ἀλλὰ πολὺ τούτου δεινότερον φανήσεται ὃ μέλλω λέγειν. εἰς γὰρ τοῦτο προήχθη Καλλίας μὲν ὕβρεως καὶ πλεονεξίας, Δημοσθένης δέ, ὃν ἐπαινεῖ Κτησιφῶν, δωροδοκίας, ὥστε τὰς ἐξ Ὠρεοῦ συντάξεις καὶ τὰς ἐξ Ἐρετρίας, τὰ δέκα τάλαντα, ζώντων φρονούντων βλεπόντων ἔλαθον ὑμῶν ὑφελόμενοι, καὶ τοὺς ἐκ τῶν πόλεων τούτων συνέδρους παρ ὑμῶν μὲν ἀνέστησαν, πάλιν δὲ εἰς Χαλκίδα καὶ τὸ καλούμενον Εὐβοϊκὸν συνέδριον συνήγαγον. ὃν δὲ τρόπον καὶ δι οἱών κακουργημάτων, ταῦτ ἤδη ἄξιόν ἐστιν ἀκοῦσαι.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION