- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 71

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 71)

τούτῳ τῷ δόγματι συνειπεῖν ὁμολογῶ, καὶ πάντες οἱ ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν δημηγοροῦντες: καὶ ὁ δῆμος ἀπῆλθε τοιοῦτόν τι ὑπειληφώς, ὡς ἔσται μὲν ἡ εἰρήνη [1περὶ δὲ συμμαχίας οὐκ ἄμεινον εἰή διὰ τὴν τῶν Ἑλλήνων παράκλησιν βουλεύσασθαι]1, ἔσται δὲ κοινῇ μετὰ τῶν Ἑλλήνων ἁπάντων. νὺξ ἐν μέσῳ, καὶ παρῆμεν τῇ ὑστεραίᾳ εἰς τὴν ἐκκλησίαν. ἐνταῦθα δὴ προκαταλαβὼν Δημοσθένης τὸ βῆμα, οὐδενὶ τῶν ἄλλων παραλιπὼν λόγον, οὐδὲν ὄφελος ἔφη τῶν χθὲς εἰρημένων εἶναι λόγων, εἰ ταῦθ οἱ Φιλίππου μὴ συμπεισθήσονται πρέσβεις, οὐδὲ γιγνώσκειν ἔφη τὴν εἰρήνην ἀπούσης συμμαχίας.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION