- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 68

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 68)

μετὰ ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, ἧκον οἱ φιλίππου πρέσβεις: οἱ δὲ ὑμέτεροι ἀπεδήμουν, παρακαλοῦντες τοὺς Ἕλληνας ἐπὶ Φίλιππον. ἐνταῦθ ἕτερον νικᾷ ψήφισμα Δημοσθένης, ἐν ᾧ γράφει μὴ μόνον ὑπὲρ εἰρήνης, ἀλλὰ καὶ περὶ συμμαχίας βουλεύσασθαι, μὴ περιμείναντας τοὺς πρέσβεις τοὺς ὑμετέρους, ἀλλ εὐθὺς μετὰ τὰ Διονύσια τὰ ἐν ἄστει, τῇ ὀγδόῃ καὶ ἐνάτῃ ἐπὶ δέκα. ὅτι δ ἀληθῆ λέγω, τῶν ψηφισμάτων ἀκούσατε.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION