- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 51

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 51)

ἔχει δ οὕτως. ἐγὼ τὸν μὲν ἴδιον βίον τὸν Δημοσθένους ἐξετάζειν μακροτέρου λόγου ἔργον ἡγοῦμαι. τί γὰρ δεῖ νῦν ταῦτα λέγειν, ἢ τὰ περὶ τὴν τοῦ τραύματος γραφὴν αὐτῷ συμβεβηκότα, ὅτ ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλην τὸν Παιανιέα, ἀνεψιὸν ὄντα ἑαυτῷ, καὶ τὴν τῆς κεφαλῆς ἐπιτομήν: ἢ τὰ περὶ τὴν Κηφισοδότου στρατηγίαν καὶ τὸν τῶν νεῶν ἔκπλουν τὸν εἰς Ἑλλήσποντον, ὅτε εἷς ὢν τῶν τριηράρχων Δημοσθένης, καὶ περιάγων τὸν στρατηγὸν ἐπὶ τῆς νεώς, καὶ συσσιτῶν καὶ συνθύων καὶ συσπένδων, τούτων ἀξιωθεὶς διὰ τὸ πατρικὸς αὐτῷ φίλος εἶναι, οὐκ ὤκνησεν ἀπ εἰσαγγελίας αὐτοῦ κρινομένου περὶ θανάτου κατήγορος γενέσθαι:?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION