- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 47

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 47)

ἀλλ οὐκ ἐκεῖνον τὸν ἐν τῇ ἐκκλησίᾳ ἀναρρηθέντα στέφανον οὐδεὶς καθιεροῖ, ἀλλ ἔξεστι κεκτῆσθαι, ἵνα μὴ μόνον αὐτός, ἀλλὰ καὶ οἱ ἐξ ἐκείνου, ἔχοντες ἐν τῇ οἰκία τὸ ὑπόμνημα, μηδέποτε κακοὶ τὴν ψυχὴν εἰς τὸν δῆμον γίγνωνται. ἵν ἡ πόλις ἡ βουλομένη τινὰ τῶν ὑμετέρων στεφανοῦν πρέσβεις πέμψασα δεηθῇ τοῦ δήμου, καὶ ὁ κηρυττόμενος μείζω χάριν εἰδῇ τῶν στεφανούντων ὑμῖν, ὅτι κηρύξαι ἐπετρέψατε. ὅτι δ ἀληθῆ λέγω, τῶν νόμων αὐτῶν ἀκούσατε.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION