- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 19

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 19)

πάλιν τοὺς τριηράρχους ὑπευθύνους εἶναι κελεύει ὁ νόμος, οὐ τὰ κοινὰ διαχειρίσαντας, οὐδ ἀπὸ τῶν ὑμετέρων πολλὰ μὲν ὑφαιρουμένους, βραχέα δὲ κατατιθέντας, οὐδ ἐπιδιδόναι μὲν φάσκοντας, ἀποδιδόντας δὲ ὑμῖν τὰ ὑμέτερα, ἀλλ ὁμολογουμένως τὰς πατρῴας οὐσίας εἰς τὴν πρὸς ὑμᾶς ἀνηλωκότας φιλοτιμίαν. οὐ τοίνυν μόνοι οἱ τριήραρχοι, ἀλλὰ καὶ τὰ μέγιστα τῶν ἐν τῇ πόλει συνεδρίων ὑπὸ τὴν τῶν δικαστηρίων ἔρχεται ψῆφον.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION