- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 11

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 11)

ἀλλ ὑπὲρ τῆς αἰσχύνης τοῦ δήμου. κατιδὼν δή τις ταῦτα νομοθέτης τίθησι νόμον καὶ μάλα καλῶς ἔχοντα, διαρρήδην ἀπαγορεύοντα τοὺς ὑπευθύνους μὴ στεφανοῦν. καὶ ταῦτα οὕτως εὖ προκατειληφότος τοῦ νομοθέτου, εὑρ´ηνται κρείττονες λόγοι τῶν νόμων, οὓς εἰ μή τις ὑμῖν ἐρεῖ, λήσετε ἐξαπατηθέντες. τούτων γὰρ τῶν τοὺς ὑπευθύνους στεφανούντων παρὰ τοὺς νόμους οἱ μὲν φύσει μέτριοί εἰσιν, εἰ δή τις ἐστὶ μέτριος τῶν τὰ παράνομα γραφόντων, ἀλλ οὖν προβάλλονταί γέ τι πρὸ τῆς αἰσχύνης. "ἐπειδὰν λόγον καὶ εὐθύνας τῆς ἀρχῆς δῷ.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION