호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ΚΑΙ τοῖς υἱοῖς Ἰσσάχαρ. Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺβ καὶ Σεμερών, τέσσαρες.? καὶ υἱοὶ Θωλά. Ὀζί, Ραφαΐα καὶ Ἰεριὴλ καὶ Ἰαμαΐ καὶ Ἰεβασὰμ καὶ Σαμουήλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλά, ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυὶδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι. καὶ υἱοὶ Ὀζί. Ἰεζραΐα καὶ υἱοὶ Ἰεζραΐα. Μιχαήλ, Ἀβδιοὺ καὶ Ἰωὴλ καὶ Ἰεσία, πέντε, ἄρχοντες πάντες. καὶ ἐπ᾿ αὐτῶν κατὰ γενέσεις αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν, ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς. καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ἰσσάχαρ καὶ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων. υἱοὶ Βενιαμίν. Βαλὲ καὶ Βαχὶρ καὶ Ἰαδιήλ, τρεῖς. καὶ υἱοὶ Βαλέ. Ἀσεβὼν καὶ Ὀζὶ καὶ Ὀζιὴλ καὶ Ἰεριμὼθ καὶ Οὐρί, πέντε, ἄρχοντες οἴκων πατριῶν ἰσχυροὶ δυνάμει, καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριακοντατέσσαρες. καὶ υἱοὶ Βαχίρ. Ζεμιρὰ καὶ Ἰωὰς καὶ Ἐλιέζερ καὶ Ἐλιθενὰν καὶ Ἀμαρία καὶ Ἰεριμὼθ καὶ Ἀβιοὺδ καὶ Ἀναθὼθ καὶ Ἐλμεμέθ. πάντες οὗτοι υἱοὶ Βαχίρ. καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἴκοσι χιλιάδες καὶ διακόσιοι. καὶ υἱοὶ Ἰαδιήλ. Βαλαάν. καὶ υἱοὶ Βαλαάν. Ἰαοὺς καὶ Βενιαμὶν καὶ Ἀὼθ καὶ Χανανὰ καὶ Ζαιθὰν καὶ Θαρσὶ καὶ Ἀχισαάρ. πάντες οὗτοι υἱοὶ Ἰαδιήλ, ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι, ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν. καὶ Σαπφὶν καὶ Ἀπφὶν καὶ υἱοὶ Ραώμ. υἱὸς αὐτοῦ Ἀέρ. υἱοὶ Νεφθαλί. Ἰασιήλ, Γωνὶ καὶ Ἰσσιὴρ καὶ Σαλλούρ, υἱοὶ Βαλαά. υἱοὶ Μανασσῆ. Ἀσεριήλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα. ἔτεκε δὲ αὐτῷ καὶ Μαχὶρ πατέρα Γαλαάδ. καὶ Μαχὶρ ἔλαβε γυναῖκα τῷ Ἀμφὶν καὶ Μαμφίν. καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχά. καὶ ὄνομα τῷ δευτέρῳ Σαλπαάδ, καὶ ἐγεννήθησαν τῷ Σαλπαὰδ θυγατέρες. καὶ ἔτεκε Μοωχὰ γυνὴ Μαχὶρ υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές, καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σόρος. υἱοὶ αὐτοῦ Οὐλὰμ καὶ Ροκόμ. καὶ υἱοὶ Οὐλάμ, Βαδάν. οὗτοι υἱοὶ Γαλαὰδ υἱοῦ Μαχὶρ υἱοῦ Μανασσῆ. καὶ ἡ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχὲθ ἔτεκε τὸν Ἰσαδὲκ καὶ τὸν Ἀβιέζερ καὶ τὸν Μαελά. καὶ ἦσαν υἱοὶ Σεμιρά. Ἰααὶμ καὶ Συχὲμ καὶ Λαχὶμ καὶ Ἀνιάν. καὶ υἱοὶ Ἐφραίμ. Σωθαλὰ καὶ Βαρὰδ υἱὸς αὐτοῦ καὶ Θαὰθ υἱὸς αὐτοῦ, Ἐλεαδὰ υἱὸς αὐτοῦ, Νομεὲ υἱὸς αὐτοῦ, Ζαβὲδ υἱὸς αὐτοῦ, Σωθελὲ υἱὸς αὐτοῦ καὶ Ἀζὲρ καὶ Ἐλεάδ. καὶ ἀπέκτειναν αὐτοὺς οἱ ἄνδρες Γὲθ οἱ τεχθέντες ἐν τῇ γῇ, ὅτι κατέβησαν τοῦ λαβεῖν τὰ κτήνη αὐτῶν. καὶ ἐπένθησεν Ἐφραὶμ ὁ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον οἱ ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν. καὶ εἰσῆλθε πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βαραγά, ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου. καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν κάτω καὶ τὴν ἄνω. καὶ υἱοὶ Ὀζάν. Σεηρά, καὶ Ραφὴ υἱοὶ αὐτοῦ, Σαρὰφ καὶ Θαλεὲς υἱοὶ αὐτοῦ, Θαὲν υἱὸς αὐτοῦ. τῷ Λααδὰν υἱῷ αὐτοῦ υἱὸς Ἀμιούδ, Ἐλισαμαΐ υἱὸς αὐτοῦ, Νοὺμ υἱὸς αὐτοῦ, Ἰησουὲ υἱὸς αὐτοῦ. καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν. Βαιθὴλ καὶ αἱ κῶμαι αὐτῆς, κατ᾿ ἀνατολὰς Νοαράν, πρὸς δυσμαῖς Γαζὲρ καὶ αἱ κῶμαι αὐτῆς. καὶ Συχὲμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιὰν καὶ αἱ κῶμαι αὐτῆς. καὶ ἕως ὁρίων υἱῶν Μανασσῆ. Βαιθσαὰν καὶ αἱ κῶμαι αὐτῆς, Θαανὰχ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδὼ καὶ αἱ κῶμαι αὐτῆς, Δὼρ καὶ αἱ κῶμαι αὐτῆς. ἐν ταύταις κατῴκησαν υἱοὶ Ἰωσὴφ υἱοῦ Ἰσραήλ. υἱοὶ Ἀσήρ. Ἰεμνὰ καὶ Σουΐα. καὶ Ἰσουΐ καὶ Βεριὰ καὶ Σορὲ ἀδελφὴ αὐτῶν. καὶ υἱοὶ Βεριά. Χάβερ καὶ Μελχιήλ, οὗτος πατὴρ Βερζαΐθ. καὶ Χάβερ ἐγέννησε τὸν Ἰαφλὴτ καὶ τὸν Σαμὴρ καὶ τὸν Χωθὰμ καὶ τὴν Σωλὰ ἀδελφὴν αὐτῶν. καὶ υἱοὶ Ἰαφλήτ. Φασὲκ καὶ Βαβαὴλ καὶ Ἀσίθ. οὗτοι υἱοὶ Ἰαφλήτ. καὶ υἱοὶ Σεμμήρ. Ἀχιουραογὰ καὶ Ὀβὰ καὶ Ἀρὰμ καὶ Βανηελάμ. ἀδελφοὶ αὐτοῦ Σοφὰ καὶ Ἰμανὰ καὶ Σελλὴς καὶ Ἀμάλ. υἱοὶ Σωφά. Σουὲ καὶ Ἀρναφὰρ καὶ Σουδὰ καὶ Βαρὶν καὶ Ἰμρὰν καὶ Σοβὰλ καὶ Ὢδ καὶ Σεμμὰ καὶ Σαλισὰ καὶ Ἰεθρὰν καὶ Βεηρά. καὶ υἱοὶ Ἰεθήρ. Ἰεφινὰ καὶ Φασφὰ καὶ Ἀρά. καὶ υἱοὶ Ὡλά. Ὀρέχ, Ἀνιὴλ καὶ Ρασιά. πάντες οὗτοι υἱοὶ Ἀσήρ, πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει, ἄρχοντες ἡγούμενοι. ὁ ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν, ἀριθμὸς αὐτῶν ἄνδρες εἰκοσιὲξ χιλιάδες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기