- ἢν δὲ ποιητικὸς αὐτὸς ἢ συγγραφικὸς ὁ πλούσιος ᾖ, παρὰ τὸ δεῖπνον τὰ αὑτοῦ ῥαψῳδῶν, τότε καὶ μάλιστα διαρραγῆναι χρὴ ἐπαινοῦντα καὶ κολακεύοντα καὶ τρόπους ἐπαίνων καινοτέρους ἐπινοοῦντα. (Lucian, De mercede, (no name) 35:5)
(루키아노스, De mercede, (no name) 35:5)
- σύ μοι δοκεῖς, ὦ Μίκυλλε, κομιδῇ ἀπαίδευτος εἶναι μηδὲ ἀνεγνωκέναι τὰ Ὁμήρου ποιήματα, ἐν οἷς καὶ ὁ τοῦ Ἀχιλλέως ἵππος ὁ Ξάνθος μακρὰ χαίρειν φράσας τῷ χρεμετίζειν ἕστηκεν ἐν μέσῳ τῷ πολέμῳ διαλεγόμενος, ἔπη ὅλα ῥαψῳδῶν, οὐχ ὥσπερ ἐγὼ νῦν ἄνευ τῶν μέτρων. (Lucian, Gallus, (no name) 2:6)
(루키아노스, Gallus, (no name) 2:6)
- ἀλλ ἐποποιῶν, ὦ Ζεῦ, καὶ ῥαψῳδῶν τὰ τοιαῦτα, ἐγὼ δὲ ἥκιστα ποιητικός εἰμι: (Lucian, Juppiter trageodeus, (no name) 6:11)
(루키아노스, Juppiter trageodeus, (no name) 6:11)
- ὅταν μὲν γὰρ τῶν ῥαψῳδῶν ἀκούωσιν, ὅτι καὶ ἐρῶμεν καὶ τιτρωσκόμεθα καὶ δεσμούμεθα καὶ δουλεύομεν καὶ στασιάζομεν καὶ μυρία ὅσα πράγματα ἔχομεν, καὶ ταῦτα μακάριοι καὶ ἄφθαρτοι ἀξιοῦντες εἶναι, τί ἄλλο ἢ δικαίως καταγελῶσι καὶ ἐν οὐδενὶ λόγῳ τίθενται τὰ ἡμέτερα· (Lucian, Juppiter trageodeus, (no name) 20:1)
(루키아노스, Juppiter trageodeus, (no name) 20:1)
- καὶ ταῦτα ἔπραξα βάρβαρος ὢν καὶ ἀπαίδευτος παιδείας τῆς Ἑλληνικῆς καὶ οὔτε Ὅμηρον ὥσπερ οὗτος ῥαψῳδῶν οὔτε ὑπ᾿ Ἀριστοτέλει τῷ σοφιστῇ παιδευθείς, μόνῃ δὲ τῇ φύσει ἀγαθῇ χρησάμενος. (Lucian, Dialogi mortuorum, 8:1)
(루키아노스, Dialogi mortuorum, 8:1)
- εἰ μὲν οὖν πλησίον ἦν ἡ πόλις καὶ φανερὰ ἰδεῖν ἅπασι, πάλαι ἄν, εὖ ἴσθι, μηδὲν ἐνδοιάσας αὐτὸς ᾔειν ἐς αὐτὴν καὶ ἐπολιτευόμην ἂν ἐκ πολλοῦ, ἐπεὶ δέ, ὡς ὑμεῖς φατε, σύ τε καὶ Ἡσίοδος ὁ ῥαψῳδός, πάνυ πόρρω ἀπῴκισται, ἀνάγκη ζητεῖν ὁδόν τε τὴν ἄγουσαν ἐπ᾿ αὐτὴν καὶ ἡγεμόνα τὸν ἄριστον. (Lucian, 51:2)
(루키아노스, 51:2)
- "μεθ οὓς ἐπεδείξατο ῥαψῳδὸς Ἄλεξις Ταραντῖνος. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 549)
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 549)
- τοὺς δ Ἐμπεδοκλέους Καθαρμοὺς ἐρραψῴδησεν Ὀλυμπίασι Κλεομένης ὁ ῥαψῳδός, ὥς φησιν Δικαίαρχος ἐν τῷ Ὀλυμπικῷ. (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 12 3:1)
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 12 3:1)
- πῶς οὐκ, ὅθ ἡ ῥαψῳδὸς ἐνθάδ ἦν κύων, ηὔδας τι τοῖσδ ἀστοῖσιν ἐκλυτήριον· (Sophocles, Oedipus Tyrannus, episode 6:3)
(소포클레스, 오이디푸스 튀란노스, episode 6:3)
- τοὺς δὲ Ἐμπεδοκλέους Καθαρμοὺς ἐρραψῴδησεν Ὀλυμπίασι Κλεομένης ὁ ῥαψῳδός, ὥς φησιν Δικαίαρχος ἐν τῷ Ὀλυμπικῷ. (Unknown, Elegy and Iambus, Volume I, , section15)
(작자 미상, 비가, , section15)