- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

θεοφιλής?

Third declension Adjective; Transliteration: theophilēs

Principal Part: θεοφιλής θεοφιλές

Structure: θεοφιλη (Stem) + ς (Ending)

Etym.: φίλος

Sense

  1. dear to the gods, highly favoured, as the gods will

Examples

  • φεῦγον δ ὄρος ἐς τανίφυλλον, σμερδαλέαν φωνὰν ἱεῖσαι, Τιρύνθιον ἄστυ λιποῦσαι καὶ θεοδμάτους ἀγυιάς, ἤδη γὰρ ἔτος δέκατον θεοφιλὲς λιπόντες Ἄργος ναῖον ἀδεισιβόαι χαλκάσπιδες ἡμίθεοι σὺν πολυζήλῳ βασιλεῖ. (Bacchylides, , epinicians, ode 11 4:5)
  • ἀλλ, ὦ θεοφιλέστατε Τιμόκλεις, τὸν μὲν κυβερνήτην ἐκεῖνον εἶδες ἂν ἀεὶ τὰ συμφέροντα ἐπινοοῦντα καὶ πρὸ τοῦ καιροῦ παρασκευαζόμενον καὶ προστάττοντα τοῖς ναύταις, ἀλυσιτελὲς δὲ οὐδὲ ἄλογον οὐδέν τι εἶχεν ἡ ναῦς ὃ μὴ χρήσιμον πάντως καὶ ἀναγκαῖον ἦν πρὸς τὴν ναυτιλίαν αὐτοῖς: (Lucian, Juppiter trageodeus, (no name) 47:1)
  • ὁ δὲ πλεῖστα τούτων κεκτημένος ἐδόκει μακάριός τις εἶναι καὶ θεοφιλὴς ἀνήρ, εἴτε Φρὺξ ἦν εἴτε Κὰρ τοῦ Δόλωνος ἀγεννέστερος καὶ τοῦ Πριάμου βαρυποτ μότερος: (Plutarch, Bruta animalia ratione uti, chapter, section 6 7:1)
  • καὶ τῶν ἐπιφανῶν ἀνδρῶν νῆσον οἰκεῖν φησι τὸν θεοφιλέστατον Αἰόλον, τὸν σοφώτατον Ὀδυσσέα, τὸν ἀνδρειότατον Αἰάντα, τὸν φιλοξενώτατον Ἀλκίνουν. (Plutarch, De exilio, section 10 13:1)
  • τὸ γὰρ καλὸν οὐκ ἐν μήκει χρόνου θετέον, ἀλλ ἐν ἀρετῇ καὶ τῇ καιρίῳ συμμετρίᾳ τοῦτο γὰρ εὔδαιμον καὶ θεοφιλὲς εἶναι νενόμισται. (Plutarch, Consolatio ad Apollonium, chapter, section 17 2:1)
  • λοιδοροῦντες οὖν καὶ προβαλλόμενοι τοὺς λέγοντας ὡς τρὶς ἐννέα ἔτη διαπολεμηθῆναι πέπρωται τὸν πόλεμον, ἔπειθ οὕτω περὶ παντὸς εἰς λόγους συμβαίνοντες ἐποιήσαντο τὴν εἰρήνην, δόξα τε παρέστη τοῖς πλείστοις ἀπαλλαγὴν κακῶν σαφῆ γεγονέναι, καὶ τὸν Νικίαν διὰ στόματος εἶχον, ὡς ἀνὴρ εἰή θεοφιλὴς καὶ τὸ δαιμόνιον αὐτῷ δι εὐσέβειαν ἐπωνύμῳ γενέσθαι τοῦ μεγίστου καὶ καλλίστου τῶν ἀγαθῶν δέδωκε: (Plutarch, , chapter 9 6:1)
  • καὶ πρὸς τὰς ἐκ θεῶν ἐλπίδας ἀθύμως εἶχον, ἐννοοῦντες ὡς ἀνὴρ θεοφιλὴς καὶ πολλὰ καὶ μεγάλα λαμπρυνάμενος πρὸς τὸ θεῖον οὐδενὸς ἐπιεικεστέρᾳ τύχῃ χρῆται τῶν κακίστων ἐν τῷ στρατεύματι καὶ ταπεινοτάτων. (Plutarch, , chapter 26 6:1)
  • "ἐπεὶ δὲ ῥᾳστώνη τῆς ὀχήσεως ἦν, καὶ πολλοὺς ἑώρα ἀθροιζομένους περὶ αὐτὸν εὐμενῶς καὶ διαδεχομένους ὡς ἀναγκαῖον ἐν μέρει λειτούργημα καὶ προσῆκον πᾶσιν, ἡ δ ὁλκὰς ἀπολειφθεῖσα πόρρω τοῦ τάχους αἴσθησιν παρεῖχε, μήτε τοσοῦτον ἔφη δέους πρὸς θάνατον αὐτῷ μήτ ἐπιθυμίας τοῦ ζῆν ὅσον φιλοτιμίας ἐγγενέσθαι πρὸς τὴν σωτηρίαν, ὡς θεοφιλὴς ἀνὴρ φανείη καὶ λάβοι περὶ θεῶν δόξαν βέβαιον. (Plutarch, Septem sapientium convivium, chapter, section 18 5:11)
  • ἐδόκει δέ τις εἶναι θεοφιλὴς καὶ σοφὸς περὶ τὰ θεῖα τὴν ἐνθουσιαστικὴν καὶ τελεστικὴν σοφίαν, διὸ καὶ παῖδα νύμφης ὄνομα Βάλτης καὶ Κούρητα νέον αὐτὸν οἱ τότε ἄνθρωποι προσηγόρευον. (Plutarch, , chapter 12 4:2)

Synonyms

  1. dear to the gods

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION