호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θεόφιλόν φασι παρ’ ὑμῖν γενόμενον ἄνδρα σοφὸν σιωπᾶν πρὸσ ὑμᾶσ καὶ μηδὲν ἐθέλειν διαλέγεσθαι. καίτοι τίνα γνώμην νομίζετε αὐτὸν ἔχειν; πότερον ὡσ σοφοὺσ ὑμᾶσ καὶ μὴ δεομένουσ θεραπείασ; ἢ μᾶλλον ὡσ ἀνιάτων ἀπεγνωκέναι; παραπλήσιον γάρ, ὥσπερ εἴ τισ τῶν ἐμπόρων πολλὰ καὶ τίμια ἔχων καταπλεύσειεν εἰσ πόλιν, ἔπειθ’ ὑπ’ ἀνέμων τινῶν ἢ τύχησ ἄλλησ κρατούμενοσ καὶ διατρίβων ἐκεῖ χρόνον συχνὸν μήτε προθείη τῶν ὠνίων μηδὲν μήτε δείξειε μηδέποτε· δῆλον γὰρ ὡσ ἐσχάτην τινὰ αὐτῶν πενίαν κατεγνωκὼσ ἢ ἀπειρίαν οὐκ ἂν θέλοι μάτηνἐνοχλεῖσθαι, σαφῶσ εἰδὼσ ὅτι οὔτ’ ἂν ὠνήσαιτο τῶν ἀνθρώπων τούτων οὐθεὶσ οὔτ’ ἂν ἴσωσ προσέλθοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기