μασχάλη?
First declension Noun; Feminine
자동번역
Transliteration: maschalē
Principal Part:
μασχάλη
Structure:
μασχαλ
(Stem)
+
η
(Ending)
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- οὐδ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ, ὁ περιπόνηρος Ἀρτέμων, ὁ ταχὺς ἄγαν τὴν μουσικήν, ὄζων κακὸν τῶν μασχαλῶν πατρὸς Τραγασαίου: (Aristophanes, Acharnians, Choral, strophe 31)
- τοὺς δὲ Ῥοδίους ἐκάλει λευκοὺς Κυρηναίους καὶ μνηστήρων πόλιν, τὴν δ Ἡράκλειαν Ἀνδροκόρινθον καὶ τὸ Βυζάντιον μασχάλην τῆς Ἑλλάδος, τοὺς δὲ Λευκαδίους ἑώλους Κορινθίους, τοὺς δ Ἀμβρακιώτας Μεμβρακιώτας. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 444)
- καὶ καθάπερ αἱ τῶν μασχαλῶν ψηλαφήσεις οὐκ ἴδιον οὐδὲ πρᾶον οὐδ ἵλεων γέλωτα τῇ ψυχῇ παρέχουσιν ἀλλ ἐοικότα σπασμῷ καὶ χαλεπόν, οὕτω πάλιν ὅσας τὸ σῶμα νυττόμενον ὑπὸ τῆς ψυχῆς ἡδονὰς ἴσχει καὶ ταραττόμενον, ἐκστατικαὶ καὶ ταρακτικαὶ αὗται καὶ ἀλλότριαι τῆς φύσεώς εἰσιν. (Plutarch, De tuenda sanitate praecepta, chapter, section 7 4:1)
- ὅταν δ ἀνῶσιν, ἐκπεσὼν ὁ λίθος ταχὺ διήγειρε τὴν προεμένην ὥστε μὴ πάνυ θαυμάζειν τοῦ Ἡρακλέους, εἰ τόξα μασχάλῃ ὑποθεὶς καὶ κραταιῷ περιβαλὼν βραχίονι, εὕδει πιέζων χειρὶ δεξιᾷ ξύλον: (Plutarch, De sollertia animalium, chapter, section 10 21:3)
- χέλυν δ ὑπὸ μασχάλῃ εἶχε. (Anonymous, Homeric Hymns, 25:8)
- Δεῖ δὲ ἐς τὸ κοῖλον τῆς μασχάλης ἐνθεῖναι στρογγύλον τι ἐναρμόσσον‧ ἐπιτηδειόταται δὲ αἱ πάνυ σμικραὶ σφαῖραι καὶ σκληραὶ, οἱαῖ ἐκ τῶν πολλῶν σκυτέων Ῥάπτονται‧ ἢν γὰρ μή τι τοιοῦτον ἐγκέηται, οὐ δύναται ἡ πτέρνη ἐξικνέεσθαι πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος‧ κατατεινομένης γὰρ τῆς χειρὸς, κοιλαίνεται ἡ μασχάλη‧ οἱ γὰρ τένοντες οἱ ἔνθεν καὶ ἔνθεν τῆς μασχάλης, ἀντισφίγγοντες, ἐναντίοι εἰσίν. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 3.2)
- Κρατίστη μέντοι πασέων τῶν ἐμβολέων ἡ τοιήδε‧ ξύλον χρὴ εἶναι, πλάτος μὲν ὡς πενταδάκτυλον, ἢ τετραδάκτυλον τὸ ἐπίπαν, πάχος δὲ ὡς διδάκτυλον, ἢ καὶ λεπτότερον, μῆκος δὲ δίπηχυ, ἢ ὀλίγῳ ἔλασσον‧ ἔστω δὲ ἐπὶ θάτερα τὸ ἄκρον περιφερὲς καὶ στενότατον ταύτῃ καὶ λεπτότατον‧ ἄμβην δὲ ἐχέτω, σμικρὸν ὑπερέχουσαν, ἐπὶ τῷ ὑστάτῳ τοῦ περιφερέος, ἐν τῷ μέρεϊ, μὴ τῷ πρὸς τὰς πλευρὰς, ἀλλὰ τῷ πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος ἔχοντι, ὡς ὑφαρμόσειε τῇ μασχάλῃ παρὰ τὰς πλευρὰς ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ὑποτιθέμενον‧ ὀθονίῳ δὲ ἢ ταινίῃ μαλθακῇ κατακεκολλήσθω ἄκρον τὸ ξύλον, ὅκως προσηνέστερον ἐῄ. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 7.1)
- Ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος‧ τοῦτο δὲ, ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον, καὶ τὸ τοῦ ἀκρωμίου ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος τοῦ ἄρθρου ἐς τὸ κάτω χωρίον‧ παραξύνεσιν μὴν καὶ ἐν τούτῳ ἔχει τινὰ, ἀλλ ὕστερον περὶ αὐτοῦ γεγράψεται, ἄξιον γὰρ γραφῆς ἐστιν‧ τοῦτο δὲ, τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων, ἢ τοῦ ἑτέρου‧ εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ‧ τοῦτο δὲ, ἄνω τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου τοῦ ἀγκῶνος, οὐ μάλα δύνανται, ὥσπερ τὴν ὑγιέα, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 10.3)