- οἱ μέν γε τοῦ Ὀδυσσέως ἑταῖροι γλυκύν τινα τὸν λωτὸν ἐσθίοντες ἠμέλουν τῶν ἄλλων καὶ πρὸς τὸ παρὸν ἡδὺ τῶν καλῶς ἐχόντων κατεφρόνουν ὥστε οὐ πάντῃ ἄλογος αὐτῶν ἡ λήθη τοῦ καλοῦ, πρὸς τῷ ἡδεῖ ἐκείνῳ τῆς ψυχῆς διατριβούσης. (Lucian, De mercede, (no name) 8:5)
(루키아노스, De mercede, (no name) 8:5)
- ὁ δὲ ἀπ ἀρχῆς ἀρξάμενος, ὦ ἑταῖρε, περὶ τούτων λέγειν καὶ τὴν ἑαυτοῦ γνώμην διηγεῖσθαι τοσαύτην τινά μου λόγων ἀμβροσίαν κατεσκέδασεν, ὥστε καὶ τὰς Σειρῆνας ἐκείνας, εἴ τινες ἄρα ἐγένοντο, καὶ τὰς ἀηδόνας καὶ τὸν Ὁμήρου λωτὸν ἀρχαῖον ἀποδεῖξαι: (Lucian, Nigrinus, Nigrinou Fiaosofia 3:3)
(루키아노스, Nigrinus, Nigrinou Fiaosofia 3:3)
- πτεροφόροι νεάνιδες, παρθένοι Χθονὸς κόραι Σειρῆνες, εἴθ ἐμοῖς γόοις μόλοιτ ἔχουσαι Λίβυν λωτὸν ἢ σύριγγας ἢ φόρμιγγας, αἰλίνοις κακοῖς τοῖς ἐμοῖσι σύνοχα δάκρυα: (Euripides, Helen, choral, strophe 11)
(에우리피데스, Helen, choral, strophe 11)
- καὶ Παγκράτης τις τῶν ἐπιχωρίων ποιητής ὃν καὶ ἡμεῖς ἔγνωμεν, Ἀδριανῷ τῷ αὐτοκράτορι ἐπιδημήσαντι τῇ Ἀλεξανδρείᾳ μετὰ πολλῆς τερατείας ἐπέδειξεν τὸν ῥοδίζοντα λωτόν, φάσκων αὐτὸν δεῖν καλεῖν Ἀντινόειον, ἀναπεμφθέντα ὑπὸ τῆς γῆς ὅτε τὸ αἷμα ἐδέξατο τοῦ Μαυρουσίου λέοντος, ὃν κατὰ τὴν πλησίον τῇ Ἀλεξανδρείᾳ Λιβύην ἐν κυνηγίῳ καταβεβλήκει ὁ Ἀδριανός, μέγα χρῆμα ὄντα καὶ πολλῷ χρόνῳ κατανεμηθέντα πᾶσαν τὴν Λιβύην, ἧς καὶ πολλὰ ἀοίκητα ἐπεποιήκει οὗτος ὁ λέων. (Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 21 1:2)
(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 21 1:2)
- καὶ Κρατῖνος δ ὁ κωμῳδιοποιὸς ἐν Ὀδυσσεῦσι κέκληκεν τὸν λωτὸν στεφάνωμα διὰ τὸ πάντα τὰ φυλλώδη ὑπὸ τῶν Ἀθηναίων στεφανώματα λέγεσθαι. (Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 21 2:1)
(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 21 2:1)