- Ζητῶν δὲ ἀεὶ πρὸς ἐμαυτὸν οὔπω καὶ τήμερον εὑρεῖν δεδύνημαι τίνος ἕνεκα τὴν σπουδὴν ταύτην ἐσπούδακας περὶ τὴν ὠνὴν τῶν βιβλίων ὠφελείας μὲν γὰρ ἢ χρείας τῆς ἀπ αὐτῶν οὐδ ἂν οἰηθείη τις τῶν καὶ ἐπ ἐλάχιστόν σε εἰδότων, οὐ μᾶλλον ἢ φαλακρὸς ἄν τις πρίαιτο κτένας ἢ κάτοπτρον ὁ τυφλὸς ἢ ὁ κωφὸς αὐλητὴν ἢ παλλακὴν ὁ εὐνοῦχος ἢ ὁ ἠπειρώτης κώπην ἢ ὁ κυβερνήτης ἄροτρον. (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 19:2)
(루키아노스, Adversus indoctum et libros multos ementem, (no name) 19:2)
- ὅ τε γὰρ ἄντλος ἐκκέχυται καὶ ὁ ἱστὸς ὤρθωται καὶ ἡ ὀθόνη παρακέκρουσται καὶ τῶν κωπῶν ἑκάστη τετρόπωται, κωλύει τε οὐδέν, ὅσον ἐπ ἐμοί, τὸ ἀγκύριον ἀνασπάσαντας ἀποπλεῖν. (Lucian, Cataplus, (no name) 1:2)
(루키아노스, Cataplus, (no name) 1:2)
- μὲν πρῶτα ταῖς αὔραις ταῖς ἐκ τῶν ποταμῶν πνεούσαις ἑώθεν καὶ ἅμα ταῖς κώπαις διαχρώμενοι: (Arrian, Periplus Ponti Euxini, chapter 3 3:1)
(아리아노스, Periplus Ponti Euxini, chapter 3 3:1)
- εἶτ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν ἐξεῖλκε κολεοῦ, λογάσι δ Ἀργείων στρατοῦ νεανίαις ἔνευσε παρθένον λαβεῖν. (Euripides, Hecuba, episode 1:16)
(에우리피데스, Hecuba, episode 1:16)
- πρῷραι ναῶν, ὠκείαις Ἴλιον ἱερὰν αἳ κώπαις δι ἅλα πορφυροειδέα καὶ λιμένας Ἑλλάδος εὐόρμους αὐλῶν παιᾶνι στυγνῷ συρίγγων τ εὐφθόγγων φωνᾷ βαίνουσαι πλεκτὰν Αἰγύπτου παιδείαν ἐξηρτήσασθ, αἰαῖ, Τροίας ἐν κόλποις τὰν Μενελάου μετανισόμεναι στυγνὰν ἄλοχον, Κάστορι λώβαν τῷ τ Εὐρώτᾳ δυσκλείαν, ἃ σφάζει μὲν τὸν πεντήκοντ ἀροτῆρα τέκνων Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν ἐς τάνδ ἐξώκειλ ἄταν. (Euripides, The Trojan Women, choral, lyric1)
(에우리피데스, The Trojan Women, choral, lyric1)
- οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον, ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν. (Euripides, Iphigenia in Tauris, episode 6:14)
(에우리피데스, Iphigenia in Tauris, episode 6:14)
- ναῦται δ ἐπευφήμησαν εὐχαῖσιν κόρης παιᾶνα, γυμνὰς ἐκ <πέπλων> ἐπωμίδας κώπῃ προσαρμόσαντες ἐκ κελεύσματος. (Euripides, Iphigenia in Tauris, episode 7:10)
(에우리피데스, Iphigenia in Tauris, episode 7:10)
- πλεῖστον γὰρ οἶμαι - καὶ τόδ οὐ κόμπῳ λέγω - στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι, τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν, ἑκοῦσι δ ἄρξας Ἑλλάδος νεανίαις. (Euripides, Helen, episode, dialogue2)
(에우리피데스, Helen, episode, dialogue2)
- Φοίνισσα κώπη ταχύπορος γενήσεται. (Euripides, Helen, episode 4:29)
(에우리피데스, Helen, episode 4:29)
- "οἱ γάρ, εἰδώλου προσπίπτοντος ἡμῖν περιφεροῦς ἑτέρου δὲ κεκλασμένου, τὴν μὲν αἴσθησιν ἀληθῶς τυποῦσθαι λέγοντες, προσαποφαίνεσθαι δ οὐκ ἐῶντες ὅτι στρογγύλος ὁ πύργος ἐστὶν ἡ δὲ κώπη κέκλασται, τὰ πάθη τὰ αὑτῶν καὶ τὰ φαντάσματα βεβαιοῦσι τὰ δ ἐκτὸς οὕτως ἔχειν ὁμολογεῖν οὐκ ἐθέλουσιν ἀλλ ὡς ἐκείνοις τὸ ἱπποῦσθαι καὶ τὸ τοιχοῦσθαι λεκτέον οὐχ ἵππον οὐδὲ τοῖχον, οὕτως ἄρα τὸ στρογγυλοῦσθαι καὶ τὸ σκαληνοῦσθαι τὴν ὄψιν, οὐ σκαληνὸν οὐδὲ στρογγύλον ἀνάγκη τὴν κώπην καὶ τὸν πύργον λέγειν: (Plutarch, Adversus Colotem, section 253)
(플루타르코스, Adversus Colotem, section 253)