- οὗτος δὲ καθίσας τὸν στρατὸν οὐ πρόσω τῆς Ῥώμης ἔπεμπε κήρυκα, βούλεσθαι λέγων τοὺς Λατίνους ἐκλιποῦσαν ἤδη τὴν παλαιὰν οἰκειότητα καὶ συγγένειαν ἐκζωπυρῆσαι, καιναῖς αὖθις ἀνακραθέντων ἐπιγαμίαις τῶν γενῶν. (Plutarch, chapter 29 3:3)
(플루타르코스, chapter 29 3:3)
- οὐκ ἔσται μέντοι τοῦτο μὴ τὸν αὐτὸν καὶ ἕνα κατοικούντων τόπον καὶ χρωμένων ἐπιγαμίαις. (Aristotle, Politics, Book 3 140:1)
(아리스토텔레스, 정치학, Book 3 140:1)
- πολλῶν περιοικούντων τὴν Ῥώμην ἐθνῶν μεγάλων τε καὶ τὰ πολέμια ἀλκίμων, ὧν οὐδὲν ἦν τοῖς Ῥωμαίοις φίλιον, οἰκειώσασθαι ταῦτα βουληθεὶς ἐπιγαμίαις, ὅσπερ ἐδόκει τοῖς παλαιοῖς τρόπος εἶναι βεβαιότατος τῶν συναπτόντων φιλίας, ἐνθυμούμενος δὲ ὅτι βουλόμεναι μὲν αἱ πόλεις οὐκ ἂν συνέλθοιεν αὐτοῖς ἄρτι τε συνοικιζομένοις καὶ οὔτε χρήμασι δυνατοῖς οὔτε λαμπρὸν ἔργον ἐπιδεδειγμένοις οὐδέν, βιασθεῖσαι δὲ εἴξουσιν εἰ μηδεμία γένοιτο περὶ τὴν ἀνάγκην ὕβρις, γνώμην ἔσχεν, ᾗ καὶ Νεμέτωρ ὁ πάππος αὐτοῦ προσέθετο, δἰ ἁρπαγῆς παρθένων ἀθρόας γενομένης ποιήσασθαι τὰς ἐπιγαμίας. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 2, chapter 30 2:1)
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 30 2:1)
- τοὺς τῶν ἐπιγαμιῶν καὶ παίδων κοινωνήσεων καὶ τῶν περὶ τὰς ἰδίας ἐκδόσεις καὶ γάμους. (Plato, Cratylus, Theaetetus, Sophist, Statesman, 320:2)
(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, 320:2)
- χιλίας μὲν ναῦς μακρὰς μείζους τριήρων ναυπηγήσασθαι κατὰ τὴν Φοινίκην καὶ Συρίαν καὶ Κιλικίαν καὶ Κύπρον πρὸς τὴν στρατείαν τὴν ἐπὶ Καρχηδονίους καὶ τοὺς ἄλλους τοὺς παρὰ θάλατταν κατοικοῦντας τῆς τε Λιβύης καὶ Ἰβηρίας καὶ τῆς ὁμόρου χώρας παραθαλαττίου μέχρι Σικελίας, ὁδοποιῆσαι δὲ τὴν παραθαλάττιον τῆς Λιβύης μέχρι στηλῶν Ἡρακλείων, ἀκολούθως δὲ τῷ τηλικούτῳ στόλῳ λιμένας καὶ νεώρια κατασκευάσαι κατὰ τοὺς ἐπικαίρους τῶν τόπων, ναούς τε κατασκευάσαι πολυτελεῖς ἕξ, ἀπὸ ταλάντων χιλίων καὶ πεντακοσίων ἕκαστον, πρὸς δὲ τούτοις πόλεων συνοικισμοὺς καὶ σωμάτων μεταγωγὰς ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην καὶ κατὰ τοὐναντίον ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν, ὅπως τὰς μεγίστας ἠπείρους ταῖς ἐπιγαμίαις καὶ ταῖς οἰκειώσεσιν εἰς κοινὴν ὁμόνοιαν καὶ συγγενικὴν φιλίαν καταστήσῃ. (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 4 4:1)
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 4 4:1)
- ἐς δὲ τὸν Ἀρμένιον αὐτῷ καὶ ἐπιγαμία γέγονε, καὶ ἐς Αἴγυπτον καὶ Συρίαν περιπέμπει προσεταιριζόμενος τοὺς βασιλέας. (Appian, The Foreign Wars, chapter 2 6:8)
(아피아노스, The Foreign Wars, chapter 2 6:8)
- ἀλλ οὐδὲν ἐπὶ τῷ μὴ κατανοεῖσθαι πονηρὸν ὄντα ἦν ἡ ἐπιγαμία τεῖχος, ὥσπερ οὐδ ἡ πρότερον συγγένεια πρὸς τὸ οὐ μεμισῆσθαι. (Flavius Josephus, Antiquitates Judaicae, Book 17 11:3)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 17 11:3)
- μὴ γὰρ καλῶς ἔχειν ἀναιρεῖν ἄνδρα γένους τε ὄντα τοῦ πρώτου παρὰ Παρθυαίοις καὶ ἐπιγαμίᾳ τῇ πρὸς τὸν βασιλέα μειζόνως τιμώμενον: (Flavius Josephus, Antiquitates Judaicae, Book 18 420:2)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 18 420:2)