- εἶθ᾿ οὕτως, ὃς δήποτ᾿ οὖν ἦν ἐκεῖ καταπίπτων, ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς. (Septuagint, Liber Sapientiae 17:16)
(70인역 성경, 지혜서 17:16)
- τίς δὲ οὐκ ἂν εἰκάσαι, χλωροὺς καὶ κομήτας ὁρῶν ἀνθρωπίσκους κειμένους, τὴν πόλιν ἀποροῦσαν συμμάχων τοὺς ἐν τῇ εἱρκτῇ κακούργους ἐπιλῦσαι τῷ πολέμῳ· (Lucian, De parasito sive artem esse parasiticam, (no name) 50:4)
(루키아노스, De parasito sive artem esse parasiticam, (no name) 50:4)
- ὃς ἔμ ἐν βρόχοισι τὰν τοῦ Βρομίου τάχα ξυνάψει, τὸν ἐμὸν δ ἐντὸς ἔχει δώ- ματος ἤδη θιασώταν σκοτίαις κρυπτὸν ἐν εἱρκταῖς. (Euripides, choral, antistrophe 12)
(에우리피데스, choral, antistrophe 12)
- τοῦτο δέ ἐστὶν οἴκημα τῆς εἱρκτῆς ἐν ᾧ θανατοῦσι τοὺς καταδίκους ἀποπνίγοντες. (Plutarch, Agis, chapter 19 6:1)
(플루타르코스, Agis, chapter 19 6:1)
- ἐγὼ δὲ τοὺς ἐκ τῆς εἱρκτῆς μεταπεμψάμενος τοῦ πλήθους τῶν Τιβεριέων, ἦν δὲ σὺν αὐτοῖς Ιοὖστος καὶ ὁ πατὴρ αὐτοῦ Πιστός, συνδείπνους ἐποιησάμην, καὶ παρὰ τὴν ἑστίασιν ἔλεγον, ὅτι τὴν Ῥωμαίων δύναμιν οὐδ αὐτὸς ἀγνοῶ πασῶν διαφέρουσαν, σιγῴην μέντοι περὶ αὐτῆς διὰ τοὺς λῃστάς. (Flavius Josephus, 210:1)
(플라비우스 요세푸스, 210:1)
- λέγεται δὲ τῶν μὲν πάνυ παλαιῶν Ἄκαστον φθειριάσαντα τὸν Πελίου τελευτῆσαι, τῶν δὲ ὑστέρων Ἀλκμᾶνα τὸν μελοποιὸν καὶ Φερεκύδην τὸν θεολόγον καὶ Καλλισθένη τὸν Ὀλύνθιον ἐν εἱρκτῇ φρουρούμενον, ἔτι δὲ Μούκιον τὸν νομικόν. (Plutarch, Sulla, chapter 36 3:4)
(플루타르코스, Sulla, chapter 36 3:4)
- οἱ μὲν γὰρ εὐθὺς ἀναιρεθῆναι λέγουσι τὴν κόρην, οἱ δ ἐν εἱρκτῇ φυλαττομένην ἀδήλῳ διατελέσαι δόξαν τῷ δήμῳ παρασχοῦσαν ἀφανοῦς θανάτου. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 79 2:1)
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 79 2:1)
- ἀποκριναμένου δὲ τοῦ μειρακίου ὁπόσα τοὺς ἐν ἀπογνώσει βίου κειμένους ἡ τοῦ σωθήσεσθαι ἐλπὶς τοῖς κυρίοις τούτου λέγειν καὶ ὑπισχνεῖσθαι ἐπαίρει, λῦσαι κελεύσας αὐτὸν ὁ Νεμέτωρ καὶ πάντας ἀπελθεῖν ἐκποδῶν φράζει τὰς αὑτοῦ τύχας, ὡς Ἀμόλιος αὐτὸν ἀδελφὸς ὢν ἀπεστέρησε τῆς βασιλείας ὀρφανόν τε τέκνων ἔθηκε, τὸν μὲν ἐπὶ θήρᾳ κρύφα διαχειρισάμενος, τὴν δ ἐν εἱρκτῇ δεδεμένην φυλάττων, τά τε ἄλλα ὁπόσα δεσπότης χρώμενος δούλῳ λωβᾶται. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 81 9:1)
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 81 9:1)
- τί γὰρ ἦν ἡ Κνωσίων εἱρκτὴ καὶ τὸ τοῦ Λαβυρίνθου σκολιὸν πρὸς τὴν σκολιότητα καὶ τὸ δυσεύρετον τῆς ἀφροσύνης· (Dio, Chrysostom, Orationes, 16:1)
(디오, 크리소토모스, 연설 (2), 16:1)