- "Διὸς Συλλανίου καὶ Ἀθανᾶς Συλλανίας ἱερὸν ἱδρυσάμενον, φυλὰς φυλάξαντα καὶ ὠβὰς ὠβάξαντα, τριάκοντα γερουσίαν σὺν ἀρχαγέταις καταστήσαντα, ὡρ´ας ἐξ ὡρ´ας ἀπελλάζειν μεταξὺ Βαβύκας τε καὶ Κνακιῶνος, οὕτως εἰσφέρειν τε καὶ ἀφίστασθαι δάμῳ δὲ τὰν κυρίαν ἦμεν καὶ κράτος" ἐν τούτοις τὸ μὲν φυλὰς φυλάξαι καὶ ὠβὰς ὠβάξαι διελεῖν ἐστι καὶ κατανεῖμαι τὸ πλῆθος εἰς μερίδας, ὧν τὰς μὲν φυλάς, τὰς δὲ ὠβὰς προσηγόρευκεν. (Plutarch, Lycurgus, chapter 6 1:3)
(플루타르코스, Lycurgus, chapter 6 1:3)
- σὺν δάμῳ τόδε σᾶμα κασιγνήτοιο πονήθη. (Unknown, Elegy and Iambus, Volume II, , mixed meters70)
(작자 미상, 비가, , mixed meters70)
- καὶ Νεμέᾳ τρὶς ἐνίκησεν, καὶ τετράκις ἄλλα Πελλάνᾳ, δύο δ ἐν Λυκαίῳ, καὶ Τεγέᾳ, καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τ Ἐπιδαύρῳ, καὶ Θήβᾳ, Μεγάρων τε δάμῳ: (Unknown, Greek Anthology, Volume V, book 13, chapter 19 1:2)
(작자 미상, Greek Anthology, Volume V, book 13, chapter 19 1:2)
- ἐπειδὴ ὁ δᾶμος ὁ Ἀθαναίων ἔν τε τοῖς προγενομένοις καιροῖς εὐνοέων διατελεῖ Βυζαντίοις καὶ τοῖς συμμάχοις καὶ συγγενέσι Περινθίοις καὶ πολλὰς καὶ μεγάλας χρείας παρέσχηται, ἔν τε τῷ παρεστακότι καιρῷ Φιλίππω τῶ Μακεδόνος ἐπιστρατεύσαντος ἐπὶ τὰν χώραν καὶ τὰν πόλιν ἐπ ἀναστάσει Βυζαντίων καὶ Περινθίων καὶ τὰν χώραν δαίοντος καὶ δενδροκοπέοντος, βοαθήσας πλοίοις ἑκατὸν καὶ εἴκοσι καὶ σίτῳ καὶ βέλεσι καὶ ὁπλίταις ἐξείλετο ἁμὲ ἐκ τῶν μεγάλων κινδύνων καὶ ἀποκατέστασε τὰν πάτριον πολιτείαν καὶ τὼς νόμως καὶ τὼς τάφως, δεδόχθαι τῷ δάμῳ τῷ Βυζαντίων καὶ Περινθίων Ἀθαναίοις δόμεν ἐπιγαμίαν, πολιτείαν, ἔγκτασιν γᾶς καὶ οἰκιᾶν, προεδρίαν ἐν τοῖς ἀγῶσι, πόθοδον ποτὶ τὰν βωλὰν καὶ τὸν δᾶμον πράτοις πεδὰ τὰ ἱερά, καὶ τοῖς κατοικεῖν ἐθέλουσι τὰν πόλιν ἀλειτουργήτοις ἦμεν πασᾶν τᾶν λειτουργιᾶν: (Demosthenes, Speeches 11-20, 127:1)
(데모스테네스, Speeches 11-20, 127:1)
- στᾶσαι δὲ καὶ εἰκόνας τρεῖς ἑκκαιδεκαπάχεις ἐν τῷ Βοσπορείῳ, στεφανούμενον τὸν δᾶμον τὸν Ἀθαναίων ὑπὸ τῶ δάμω τῶ Βυζαντίων καὶ Περινθίων: (Demosthenes, Speeches 11-20, 128:1)
(데모스테네스, Speeches 11-20, 128:1)