ἀνατρίβω?
Non-contract Verb;
Transliteration: anatribō
Principal Part:
ἀνατρίβω
Structure:
ἀνα
(Prefix)
+
τρίβ
(Stem)
+
ω
(Ending)
Sense
- to rub well, rub clean
- to be worn away
Conjugation
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ποικίλον δὲ, ἁλκυονίου τοῦ λείου, καὶ νίτρου, καὶ τρυγὸς ὄξεος κεκαυμένης , καὶ στυπτηρίης σχιστῆς, καὶ θείου τοῦ ἀπύρου, καὶ κόστου, καὶ ἴριδος, καὶ πεπέριος· τάδε χρὴ πάντα μίσγειν, ἑκάστῳ τὸ πρὸς δύναμιν, ἄλλο δὲ ἄλλῳ ἶσον· καὶ τόδε καταπάσσοντα ἀνατρίβειν . (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, 113)
- Κράτιστον δὲ, ἐς οὔρησιν καὶ ἐς ἱδρῶτας καὶ ἐς περιπάτους ἄγειν‧ καὶ τρίψει ἡσύχῳ χρέο, ἵνα μὴ πυκνώσῃς τὴν ἕξιν‧ ἢν δὲ κλινοπετὴς ᾖ, ἄλλοι τριβέτωσαν αὐτόν‧ κἢν μὲν ἐν τῷ θώρηκι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθος, αὐτὸν ἀνακαθίζειν ὡς πλειστάκις, καὶ ὡς ἥκιστα προσκλινέσθωσαν ἐς ὅτε δυνατοί εἰσι, καὶ καθίζοντα ἀνατρίβειν μιν πουλὺν χρόνον πολλῷ θερμῷ‧ ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρένας ἴσχῃ τὰ ἀλγήματα, ἀνακέεσθαι ξυμφέρει, καὶ μηδεμίην κίνησιν κινέεσθαι‧ τῷ τοιῷδε σώματι μηδὲν προσφέρεσθαι, ἔξω τῆς ἀνατρίψιος. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 25.2)
- Ὄμφακα λευκὴν ἐς χαλκεῖον θλίψας ἐρυθρὸν δι ἠθμοῦ, πρὸς ἥλιον τιθέναι τὰς ἡμέρας, τὰς δὲ νύκτας αἴρειν, ὅκως μὴ δροσίζηται, ἀνατρίβειν δὲ τῆς ἡμέρης ἀπαύστως, ὡς ὁμαλῶς ξηραίνηται, καὶ ἀπὸ τοῦ χαλκείου ὡς ὅτι πλεῖστον ἀναλαμβάνῃ, τιθέναι δὲ ἐς τὸν ἥλιον τοσοῦτον χρόνον, ἔστ ἂν παχὺ γένηται ὥσπερ μέλι‧ ἔπειτα ἐς χύτρην χαλκῆν ἐγχέαι, καὶ μέλι ὡς κάλλιστον, καὶ οἶνον γλυκὺν, ἐναφεψήσας πρότερον Ῥητίνην τερμινθίνην, ἕψειν δὲ τὴν Ῥητίνην ἐν τῷ οἴνῳ, ἑώς ἂν σκληρὴ γένηται ὥσπερ μέλι ἑφθόν‧ ἔπειτα τὴν μὲν Ῥητίνην ἐξελεῖν, τὸν δὲ οἶνον ξυγχέαι‧ ἔστω δὲ πλεῖστος μὲν ὁ χυλὸς τῆς ὄμφακος, δεύτερον δὲ ὁ οἶνος, τρίτον δὲ τὸ μέλι‧ καὶ σμύρναν τὴν στακτὴν καὶ ἄλλως ὡς βελτίστην τρίψας λείην, δίεσθαι τοῦ οἴνου τοῦ αὐτοῦ παρεγχέοντα κατ ὀλίγον‧ ἔπειτα ἕψειν αὐτὴν ἐφ ἑωυτῆς τὴν σμύρναν ξὺν τῷ οἴνῳ ἀνακινέοντα, ὅταν δὲ δοκέῃ ἤδη καλῶς ἔχειν τὸ πάχος, ξυγχέαι ἐς τὸν χυλὸν τῆς ὄμφακος, καὶ νίτρον ὡς ἄριστον φρύξας, ἡσύχως μιγνύναι ἐς τὸ φάρμακον, καὶ ἄνθος χαλκοῦ ἔλασσον τοῦ νίτρου‧ ταῦτα δὲ ἐπειδὰν μίξῃς, ἕψειν μὴ ἔλασσον τριῶν ἡμερέων, ξύλοισι συκίνοισιν ὡς ὀλίγον ὑποκαίοντα ἢ ἄνθραξιν, ὡς μὴ φρύγηται‧ καὶ ἐμβαλλόμενα πάντα ἄνυδρα ἔστω, καὶ τὰ ἑλκεα μὴ τεγγέσθω, ὅκη ἂν ἐπαλείφηται τοῦτο τὸ φάρμακον‧ χρῆσθαι δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς τὰ πεπαλαιωμένα ἕλκεα, καὶ πρὸς τὰ νεότρωτα, καὶ ἐς πόσθιον, καὶ ἐς κεφαλῆς ἕλκεα καὶ ὠτός. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 12.1)
- Χρὴ δὲ καὶ ἀνατρίβειν τὸν ὦμον ἡσυχαίως καὶ λιπαρῶς. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 9.6)
- Τὸν γοῦν τοιοῦτον ὦμον μαλθακῇσι ξυμφέρει τῇσι χερσὶν ἀνατρίβειν, καὶ ἄλλως πρηέως‧ τὸ δὲ ἄρθρον διακινέειν μὴ βίῃ, ἀλλὰ τοσοῦτον, ὅσον ἀνωδύνως κινῆσαι. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 9.8)
Synonyms
-
to rub well
-
to be worn away
Derived
- ἀποδιατρίβω (to wear quite away, to waste utterly)
- ἀποτρίβω (to wear out, to rub clean, to rub down)
- διατρίβω (to rub between, rub hard, rub away)
- ἐκτρίβω (to rub out, to produce, by rubbing)
- ἐντρίβω (to rub in or into, to rub, with)
- ἐπιτρίβω (to rub on the surface, to crush, to be galled)
- κατατρίβω (to rub down or away;, to wear out, to wear out)
- παρατρίβω (to rub beside or alongside, to rub, by the side of)
- προσανατρίβομαι (to rub oneself upon or against, to frequent)
- προστρίβω (to rub against, worn down by intercourse with, to inflict or cause to be inflicted)
- συνεπιτρίβω (to destroy at once)
- συντρίβω (to rub together, to rub, together)
- τρίβω (I rub, Ι grind, thresh)
- ὑποτρίβω (I rub off, wear away, I grate (especially in preparing ὑπότριμμα ))