- αὐτὸς δὲ ἐπὶ Κύπρον καὶ Φοινίκην καὶ πάλιν Ἀσσυρίους τε καὶ Μήδους στρατεύσας ἅπαντας τοὺς μὲν δόρατι, τοὺς δὲ ἀμαχητὶ φόβῳ δὲ τῆς πολλῆς δυνάμεως ὑποχειρίους ἔλαβε καὶ μέγα φρονήσας ἐπὶ ταῖς εὐπραγίαις ἔτι καὶ θαρσαλεώτερον ἐπεπορεύετο τὰς πρὸς ἀνατολὰς πόλεις τε καὶ χώρας καταστρεφόμενος. (Flavius Josephus, Contra Apionem, 114:1)
(플라비우스 요세푸스, Contra Apionem, 114:1)
- τάς τε ἀπορρήτους Φιδηναίων καὶ Οὐιεντανῶν συνωμοσίας, ἃς ἐπ ἀμφοτέροις ἡμῖν συνώμοσαν, ὀλίγῳ πρότερον σοῦ πεπύσμεθα παρὰ τῶν ἐκεῖθεν ξένων καὶ οὐκ ἀφύλακτοι πρὸς αὐτάς ἐσμεν, ἀλλ ὡς παθεῖν τε μηδὲν αὐτοὶ κακὸν κἀκείνους τιμωρήσασθαι τῆς ἐπιβουλῆς ἀξίως παρεσκευάσμεθα, οὐχ ἧττόν τε σοῦ καταλύσασθαι τὸν πόλεμον ἀμαχητὶ μᾶλλον ἢ διὰ τῶν ὅπλων ἐβουλόμεθα. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 9 2:3)
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 9 2:3)
- οὐδὲ γὰρ οἱ καταλειφθέντες ἐν τῷ χάρακι τὴν ἔφοδον ἀποκρούσασθαι τῶν ἐπιόντων σφίσιν ἐθάρρησαν οὐδ εἰς πεῖραν ἦλθον μάχης, ἀλλ ἐκταραχθέντες ὑπὸ τοῦ παρ ἐλπίδα κακοῦ παρέδοσαν ἀμαχητὶ σφᾶς τε αὐτοὺς καὶ τὸ ἔρυμα. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 64 3:3)
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 64 3:3)
- τῇ δ ἑξῆς ἡμέρᾳ μαθόντες οἱ Ῥωμαῖοι τὴν ἄπαρσιν αὐτῶν καὶ γενόμενοι τοῦ χάρακος ἀμαχητὶ κύριοι σκηνὰς μὲν καὶ ὑποζύγια καὶ χρήματα διήρπασαν, τοὺς δὲ αἰχμαλώτους ἀπάγοντες εἰς τὴν Ῥώμην ἀνέστρεψαν. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 65 4:1)
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 65 4:1)
- ὄντι δ αὐτῷ πλησίον τοῦ τείχους τὰς πύλας ἀνοίξαντες οἱ ἔνδον ἀπαντῶσιν ἀντὶ τῶν ὅπλων προτείνοντες ἱκετηρίας καὶ παραδιδόντες ἀμαχητὶ τὸ τεῖχος. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 19 6:1)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 19 6:1)