- "καὶ ἡ Δωδώνη τότε καὶ ἡ Πῖσα λαμπραὶ καὶ περίβλεπτοι πᾶσιν ἦσαν, ὑπὸ δὲ τοῦ καπνοῦ τῶν θυσιῶν οὐδὲ ἀναβλέπειν μοι δυνατὸν ἐξ οὗ δὲ ἐν Δελφοῖς μὲν Ἀπόλλων τὸ μαντεῖον κατεστήσατο, ἐν Περγάμῳ δὲ τὸ ἰατρεῖον ὁ Ἀσκληπιὸς καὶ τὸ Βενδίδειον ἐγένετο ἐν Θρᾴκῃ καὶ τὸ Ἀνουβίδειον ἐν Αἰγύπτῳ καὶ τὸ Ἀρτεμίσιον ἐν Ἐφέσῳ, ἐπὶ ταῦτα μὲν ἅπαντες θέουσι καὶ πανηγύρεις ἀνάγουσι καὶ ἑκατόμβας παριστᾶσι καὶ χρυσᾶς πλίνθους ἀνατιθέασιν ἐμὲ δὲ παρηβηκότα ἱκανῶς τετιμηκέναι νομίζουσιν, ἂν διὰ πέντε ὅλων ἐτῶν θύσωσιν ἐν Ὀλυμπίᾳ. (Lucian, Icaromenippus, (no name) 24:8)
(루키아노스, Icaromenippus, (no name) 24:8)
- ἡ δὲ Πῖσα κτίσμα μέν ἐστι τῶν ἐν Πελοποννήσῳ Πισατῶν, οἳ μετὰ Νέστορος ἐπὶ Ἴλιον στρατεύσαντες κατὰ τὸν ἀνάπλουν ἐπλανήθησαν, οἱ μὲν εἰς τὸ Μεταπόντιον οἱ δ εἰς τὴν Πισᾶτιν, ἅπαντες Πύλιοι καλούμενοι. (Strabo, Geography, book 5, chapter 2 10:14)
(스트라본, 지리학, book 5, chapter 2 10:14)
- ἤτοι Πίσα μὲν Διός: (Pindar, Odes, olympian odes, olympian 2 1:2)
(핀다르, Odes, olympian odes, olympian 2 1:2)
- ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι πράσσοντί με τοῦτο θεόδματον χρέος, φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν Αἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόντως, ἅ τε Πίσα με γεγωνεῖν: (Pindar, Odes, olympian odes, olympian 3 3:1)
(핀다르, Odes, olympian odes, olympian 3 3:1)
- εἰ δ εἰή μὲν Ὀλυμπιονίκας, βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ, συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν: (Pindar, Odes, olympian odes, olympian 6 1:3)
(핀다르, Odes, olympian odes, olympian 6 1:3)
- ὁ δ ἄρ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατὸν λαίαν τε πᾶσαν Διὸς ἄλκιμος υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ: (Pindar, Odes, olympian odes, olympian 10 12:1)
(핀다르, Odes, olympian odes, olympian 10 12:1)