- καὶ ταῦτα παρακαλέσαντες τὰς Μούσας συνῳδοὺς ἐν ἀρχῇ τῶν ἐπῶν, ὑφ ὧν δὴ ἔνθεοι γενόμενοι, ὡς τὸ εἰκός, ᾅδουσιν ὡς ὁ μὲν Κρόνος ἐπειδὴ τάχιστα ἐξέτεμε τὸν πατέρα τὸν Οὐρανόν, ἐβασίλευσέν τε ἐν αὐτῷ καὶ τὰ τέκνα κατήσθιεν ὥσπερ ὁ Ἀργεῖος Θυέστης ὕστερον: (Lucian, De sacrificiis, (no name) 5:2)
(루키아노스, De sacrificiis, (no name) 5:2)
- οὐ μὲν ὦν οὐδὲ τὸν Κρόνον Ζεὺς ἔδησεν οὐδὲ ἐς Τάρταρον ἔρριψεν οὐδὲ τὰ ἄλλα ἐμήσατο ὁκόσα ἄνθρωποι νομίζουσιν, ἀλλὰ φέρεται γὰρ ὁ Κρόνος τὴν ἔξω φορὴν πολλὸν ἀπ ἡμέων καὶ οἱ νωθρή τε ἡ κίνησις καὶ οὐ ῥηιδίη τοῖσιν ἀνθρώποισιν ὁρέεσθαι. (Lucian, De astrologia, (no name) 21:1)
(루키아노스, De astrologia, (no name) 21:1)
- τοῖσιν Κρόνος ἐμβασιλεύει. (Hesiod, Works and Days, Book WD 20:6)
(헤시오도스, 일과 날, Book WD 20:6)
- τοὺς δὲ μέθ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων: (Hesiod, Theogony, Book Th. 13:8)
(헤시오도스, 신들의 계보, Book Th. 13:8)
- θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν: (Hesiod, Theogony, Book Th. 18:3)
(헤시오도스, 신들의 계보, Book Th. 18:3)