- τὰς φιλῳδοὺς κερμάτων παλευτρίας, πώλους Κύπριδος ἐξησκημένας, γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἱάς Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας: (Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 24 1:3)
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 24 1:3)
- ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἱάς Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας, μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν, καὶ μὴ λαθραίαν Κύπριν, αἰσχίστην νόσων πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν. (Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 24 2:1)
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 24 2:1)
- τοῦτο μὲν γὰρ ὁ Ἠριδανὸς αὐτὸ κατηγορέει τὸ οὔνομα ὡς ἔστι Ἑλληνικὸν καὶ οὐ βάρβαρον, ὑπὸ ποιητέω δὲ τινὸς ποιηθέν: (Herodotus, The Histories, book 3, chapter 115 3:1)
(헤로도토스, The Histories, book 3, chapter 115 3:1)
- καί σφισι διὰ τῆς χώρας ῥεῖ ποταμὸς Ἠριδανός, ἐφ ᾧ τὰς θυγατέρας τὰς Ἡλίου ὀδύρεσθαι νομίζουσι τὸ περὶ τὸν Φαέθοντα τὸν ἀδελφὸν πάθος. (Pausanias, Description of Greece, , chapter 4 2:2)
(파우사니아스, Description of Greece, , chapter 4 2:2)
- ὁ δὲ Πάδος ποταμός, ὑπὸ δὲ τῶν ποιητῶν Ἠριδανὸς θρυλούμενος, ἔχει μὲν τὰς πηγὰς ἀπὸ τῶν Ἄλπεων ὡς πρὸς τὴν κορυφὴν μᾶλλον τοῦ προειρημένου σχήματος, καταφέρεται δ εἰς τὰ πεδία, ποιούμενος τὴν ῥύσιν ὡς ἐπὶ μεσημβρίαν. (Polybius, Histories, book 2, chapter 16 6:1)
(폴리비오스, Histories, book 2, chapter 16 6:1)