호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ λέγε σύ, ἔφη, τὸν ἐθέλοντα ἰέναι μετὰ Κύρου. οὕτω δὴ λαβὼν τὸν ἄνδρα ἐξῄει. ἐπεὶ δ’ ἐξῆλθον, ὁ Κῦροσ εἶπε· νῦν δὴ σὺ δηλώσεισ εἰ ἀληθῆ ἔλεγεσ, ὅτε ἔφησ ἥδεσθαι θεώμενοσ ἐμέ. οὔκουν ἀπολείψομαί γέ σου, ἔφη ὁ Μῆδοσ, εἰ τοῦτο λέγεισ. καὶ ὁ Κῦροσ εἶπεν· οὐκοῦν καὶ ἄλλουσ, ἔφη, προθύμωσ ἐξάξεισ; ἐπομόσασ οὖν ἐκεῖνοσ νὴ τὸν Δί’, ἔφη, ἔστε γ’ ἂν ποιήσω καὶ σὲ ἐμὲ ἡδέωσ θεᾶσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기