호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κῦροσ δὲ συγκαλέσασ τοὺσ στρατηγοὺσ εἶπεν· ἀλλ’ οὐδὲ τούτων στερήσονται, ἀλλ’ ἀπολήψονται τῆσ πρόσθεν ἕνεκα περὶ ἐμὲ ἀρετῆσ. ἀπολελοίπασιν ἡμᾶσ Ξενίασ καὶ Πασίων. ἀλλ’ εὖ γε μέντοι ἐπιστάσθων ὅτι οὔτε ἀποδεδράκασιν· οἶδα γὰρ ὅπῃ οἴχονται· οὔτε ἀποπεφεύγασιν· ἔχω γὰρ τριήρεισ ὥστε ἑλεῖν τὸ ἐκείνων πλοῖον· ἀλλὰ μὰ τοὺσ θεοὺσ οὐκ ἔγωγε αὐτοὺσ διώξω, οὐδ’ ἐρεῖ οὐδεὶσ ὡσ ἐγὼ ἑώσ μὲν ἂν παρῇ τισ χρῶμαι, ἐπειδὰν δὲ ἀπιέναι βούληται, συλλαβὼν καὶ αὐτοὺσ κακῶσ ποιῶ καὶ τὰ χρήματα ἀποσυλῶ. ἀλλὰ ἴτωσαν, εἰδότεσ ὅτι κακίουσ εἰσὶ περὶ ἡμᾶσ ἢ ἡμεῖσ περὶ ἐκείνουσ. καίτοι ἔχω γε αὐτῶν καὶ τέκνα καὶ γυναῖκασ ἐν Τράλλεσι φρουρούμενα·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기