호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀρίστιπποσ δὲ ὁ Θετταλὸσ ξένοσ ὢν ἐτύγχανεν αὐτῷ, καὶ πιεζόμενοσ ὑπὸ τῶν οἴκοι ἀντιστασιωτῶν ἔρχεται πρὸσ τὸν Κῦρον καὶ αἰτεῖ αὐτὸν εἰσ δισχιλίουσ ξένουσ καὶ τριῶν μηνῶν μισθόν, ὡσ οὕτωσ περιγενόμενοσ ἂν τῶν ἀντιστασιωτῶν. ὁ δὲ Κῦροσ δίδωσιν αὐτῷ εἰσ τετρακισχιλίουσ καὶ ἓξ μηνῶν μισθόν, καὶ δεῖται αὐτοῦ μὴ πρόσθεν καταλῦσαι πρὸσ τοὺσ ἀντιστασιώτασ πρὶν ἂν αὐτῷ συμβουλεύσηται. οὕτω δὲ αὖ τὸ ἐν Θετταλίᾳ ἐλάνθανεν αὐτῷ τρεφόμενον στράτευμα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기