호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ξυνετμήθη τε τὰ πλοῖα καὶ ἐκομίσθη αὐτῷ, ὅσα μὲν βραχύτερα διχῇ διατμηθέντα, αἱ τριακόντοροι δὲ τριχῇ ἐτμήθησαν, καὶ τὰ τμήματα ἐπὶ ζευγῶν διεκομίσθη ἔστε ἐπὶ τὴν ὄχθην τοῦ Ὑδάσπου κἀκεῖ ξυμπηχθέντα ναυτικὸν αὖθισ δὴ ὁμοῦ ὤφθη ἐν τῷ Ὑδάσπῃ. αὐτὸσ δὲ ἀναλαβὼν ἥν τε δύναμιν ἔχων ἧκεν ἐσ Τάξιλα καὶ πεντακισχιλίουσ τῶν Ἰνδῶν, οὓσ Ταξίλησ τε καὶ οἱ ταύτῃ ὕπαρχοι ἦγον, ᾔει ὡσ ἐπὶ τὸν Ὑδάσπην ποταμόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기