호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τύχῃ σοι δοκεῖ καὶ αὐτόματον τῶν τοιούτων ἕκαστον ἐοικέναι, καὶ πιθανόν ἐστι τὰσ ἀτόμουσ ἐξολισθεῖν καὶ διαλυθῆναι καὶ παρεγκλῖναι μήτε πρότερον μήθ’ ὕστερον, ἀλλὰ κατ’ ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ τῶν ἀναθέντων ἕκαστοσ; "ἢ χεῖρον ἔμελλε πράξειν ἢ βέλτιον; "καὶ σὲ μὲν Ἐπίκουροσ ὠφελεῖ νῦν ὡσ ἐοίκεν ἀφ’ ὧν εἶπεν ἢ ἔγραψε πρὸ ἐτῶν τριακοσίων· "ὁ θεὸσ δ’, εἰ μὴ συνείρξειε φέρων ἑαυτὸν εἰσ ἅπαντα μηδ’ ἀνακερασθείη πᾶσιν, οὐκ ἄν σοι δοκοίη κινήσεωσ ἀρχὴν καὶ πάθουσ αἰτίαν παρασχεῖν οὐδενὶ τῶν ὄντων;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기