호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Σοὶ δ’ ἐγὼ οὔτι μέμφομαι μηνύσαντι τὴν ἐμὴν διάνοιαν. ἡμῶν δὲ οὕνεκα μὴ ἐστέρησο τῆσ πατρίδοσ. εὐνοίᾳ γὰρ τῆσ πόλεωσ μᾶλλον ἢ κατὰ τὸ ἐμὸν ἔχθοσ ἐμήνυεσ· ἔτι τε ἀμαθίᾳ τῆσ ἀρχῆσ, ὁποίαν τινὰ ἐγὼ καταστήσομαι. ἐπεὶ μαθὼν τάχ’ ἂν ἠνέσχου καθισταμένου, οὐδ’ ἔφυγεσ. ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ, ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου. ἴσθι γὰρ μηδ’ ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. εἰ δὲ ἀξιώσεισ τῶν ἐμῶν φίλων εἷσ εἶναι, ἔσῃ ἀνὰ πρώτουσ· οὐ γάρ τι ἐν σοὶ ἐνορῶ δολερὸν ἢ ἄπιστον· εἴτε ἄλλωσ Ἀθήνησιν οἰκεῖν, ἐπιτετράψεται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기