호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ Ἰσχόμαχοσ γελάσασ εἶπεν· ἀλλὰ παίζεισ μὲν σύγε, ἔφη, ὦ Σώκρατεσ. εὖ γε μέντοι, ἔφη, ἴσθι, ἂν μὲν ἐμβαλὼν τὸ σπέρμα τῇ γῇ ἔπειτα ἐν ᾧ πολλὴν ἔχει τροφὴν ἡ γῆ ἀπὸ τοῦ οὐρανοῦ χλόησ γενομένησ ἀπὸ τοῦ σπέρματοσ καταστρέψῃσ αὐτὸ πάλιν, τοῦτο γίγνεται σῖτοσ τῇ γῇ, καὶ ὥσπερ ὑπὸ κόπρου ἰσχὺσ αὐτῇ ἐγγίγνεται· ἂν μέντοι ἐκτρέφειν ἐᾷσ τὴν γῆν διὰ τέλουσ τὸ σπέρμα εἰσ καρπόν, χαλεπὸν τῇ ἀσθενεῖ γῇ ἐσ τέλοσ πολὺν καρπὸν ἐκφέρειν. καὶ συὶ δὲ ἀσθενεῖ χαλεπὸν πολλοὺσ ἁδροὺσ χοίρουσ ἐκτρέφειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기