호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνθρώπουσ δ’ ἔστι πιθανωτέρουσ ποιεῖν καὶ λόγῳ, ἐπιδεικνύοντα ὡσ συμφέρει αὐτοῖσ πείθεσθαι, τοῖσ δὲ δούλοισ καὶ ἡ δοκοῦσα θηριώδησ παιδεία εἶναι πάνυ ἐστὶν ἐπαγωγὸσ πρὸσ τὸ πείθεσθαι διδάσκειν· τῇ γὰρ γαστρὶ αὐτῶν ἐπὶ ταῖσ ἐπιθυμίαισ προσχαριζόμενοσ ἂν πολλὰ ἁνύτοισ παρ’ αὐτῶν. αἱ δὲ φιλότιμοι τῶν φύσεων καὶ τῷ ἐπαίνῳ παροξύνονται. πεινῶσι γὰρ τοῦ ἐπαίνου οὐχ ἧττον ἔνιαι τῶν φύσεων ἢ ἄλλαι τῶν σίτων τε καὶ ποτῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기