호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ ἀφικόμενοσ πολὺ τοῦ τείχουσ ὤρθωσε, τά τε αὑτοῦ πληρώματα παρέχων καὶ τέκτοσι καὶ λιθολόγοισ μισθὸν διδούσ, καὶ ἄλλο εἴ τι ἀναγκαῖον ἦν, δαπανῶν. ἦν μέντοι τοῦ τείχουσ ἃ καὶ αὐτοὶ Ἀθηναῖοι καὶ Βοιωτοὶ καὶ ἄλλαι πόλεισ ἐθελούσιαι συνετείχισαν. οἱ μέντοι Κορίνθιοι ἀφ’ ὧν ὁ Φαρνάβαζοσ κατέλιπε χρημάτων ναῦσ πληρώσαντεσ καὶ Ἀγαθῖνον ναύαρχον ἐπιστήσαντεσ ἐθαλαττοκράτουν ἐν τῷ περὶ Ἀχαί̈αν καὶ Λέχαιον κόλπῳ. ἀντεπλήρωσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι ναῦσ, ὧν Ποδάνεμοσ ἦρχεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기