- 텍스트

Xenophon, Hellenica, Ἑλληνικῶν Δ?, chapter 3 3:

(크세노폰, Hellenica, Ἑλληνικῶν Δ, chapter 3 3:)

ἐρομένου δὲ τοῦ Ἀγησιλάου: Ἆρ ἄν, ὦ Δερκυλίδα, ἐν καιρῷ γένοιτο, εἰ αἱ συμπέμπουσαι πόλεις ἡμῖν τοὺς στρατιώτας τὴν νίκην ὡς τάχιστα πύθοιντο· ἀπεκρίνατο δὴ ὁ Δερκυλίδας: Εὐθυμοτέρους γοῦν εἰκὸς ταῦτ ἀκούσαντας εἶναι. Οὐκοῦν σύ, ἐπεὶ παρεγένου, κάλλιστα ἂν ἀπαγγείλαις· ὁ δὲ ἄσμενος ἀκούσας, καὶ γὰρ ἀεὶ φιλαπόδημος ἦν, εἶπεν: Εἰ σὺ τάττοις. Ἀλλὰ τάττω, ἔφη, καὶ προσαπαγγέλλειν γε κελεύω ὅτι ἐὰν καὶ τάδε εὖ γένηται, πάλιν παρεσόμεθα, ὥσπερ καὶ ἔφαμεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION