호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐντεῦθεν Κῦροσ τὴν Κίλισσαν εἰσ τὴν Κιλικίαν ἀποπέμπει τὴν ταχίστην ὁδόν· καὶ συνέπεμψεν αὐτῇ στρατιώτασ οὓσ Μένων εἶχε καὶ αὐτόν. Κῦροσ δὲ μετὰ τῶν ἄλλων ἐξελαύνει διὰ Καππαδοκίασ σταθμοὺσ τέτταρασ παρασάγγασ εἴκοσι καὶ πέντε πρὸσ Δάναν, πόλιν οἰκουμένην, μεγάλην καὶ εὐδαίμονα. ἐνταῦθα ἔμειναν ἡμέρασ τρεῖσ· ἐν ᾧ Κῦροσ ἀπέκτεινεν ἄνδρα Πέρσην Μεγαφέρνην, φοινικιστὴν βασίλειον, καὶ ἕτερόν τινα τῶν ὑπάρχων δυνάστην, αἰτιασάμενοσ ἐπιβουλεύειν αὐτῷ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기