호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν τήνδ εἶπ, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς.? πόλλ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδ ἔπη, εἴ μοι παρείκοι: νῦν δ ἑνὸς κρατῶ λόγου. οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμ ἐγώ: χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις, οὐκ ἂν λάβοις μου μᾶλλον οὐδέν εὐσεβῆ. νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν, πλὴν εἰς σέ: νῦν δὲ σοί γ ἑκὼν ἐκστήσομαι. ἄφετε γὰρ αὐτὸν μηδὲ προσψαύσητ ἔτι: ἐᾶτε μίμνειν. οὐδὲ σοῦ προσχρῄζομεν, τά γ ὅπλ ἔχοντες ταῦτ, ἐπεὶ πάρεστι μὲν Τεῦκρος παρ ἡμῖν, τήνδ ἐπιστήμην ἔχων, ἐγώ θ, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν τούτων κρατύνειν, μηδ ἐπιθύνειν χερί. τί δῆτα σοῦ δεῖ· χαῖρε τὴν Λῆμνον πατῶν: ἡμεῖς δ ἰώμεν, καὶ τάχ ἂν τὸ σὸν γέρας τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν. οἴμοι: τί δράσω δύσμορος· σὺ τοῖς ἐμοῖς ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ· μή μ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή. ὦ σπέρμ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι γενήσομαι προσφθεγκτός, ἀλλ οὕτως ἄπει· χώρει σύ: μὴ πρόσλευσσε, γενναῖός περ ὤν, ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς. ἦ καὶ πρὸς ὑμῶν ὧδ ἔρημος, ὦ ξένοι, λειφθήσομαι δὴ κοὐκ ἐποικτερεῖτέ με· ὅδ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς: ὅς ἂν οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμέν. ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως πρὸς τοῦδ: ὅμως δὲ μείνατ, εἰ τούτῳ δοκεῖ, χρόνον τοσοῦτον, εἰς ὅσον τά τ ἐκ νεὼς στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα. χοὖτος τάχ ἂν φρόνησιν ἐν τούτῳ λάβοι λῴω τιν ἡμῖν. νὼ μὲν οὖν ὁρμώμεθον, ὑμεῖς δ, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기