호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ χεῖρες, οἱᾶ πάσχετ ἐν χρείᾳ φίλης νευρᾶς, ὑπ ἀνδρὸς τοῦδε συνθηρώμεναι.? ὦ μηδὲν ὑγιὲς μηδ ἐλεύθερον φρονῶν, οἷ αὖ μ ὑπῆλθες, ὥς μ ἐθηράσω, λαβὼν πρόβλημα σαυτοῦ παῖδα τόνδ ἀγνῶτ ἐμοί, ἀνάξιον μὲν σοῦ, κατάξιον δ ἐμοῦ, ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν, δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων οἷς τ αὐτὸς ἐξήμαρτεν οἷς τ ἐγὼ παθον. ἀλλ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπους ἀεὶ ψυχή νιν ἀφυῆ τ ὄντα κοὐ θέλονθ ὅμως εὖ προυδίδαξεν ἐν κακοῖς εἶναι σοφόν. καὶ νῦν ἔμ, ὦ δύστηνε, συνδήσας νοεῖς ἄγειν ἀπ ἀκτῆς τῆσδ, ἐν ᾗ με προυβάλου ἄφιλον ἔρημον ἄπολιν, ἐν ζῶσιν νεκρόν. φεῦ. ὄλοιο: καί σοι πολλάκις τόδ ηὐξάμην. ἀλλ οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι, σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δ ἀλγύνομαι τοῦτ αὔθ, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας, γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθ ὑπηρετεῖς. καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς ἔπλεις ἅμ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον, ἑκόντα πλεύσανθ ἑπτὰ ναυσὶ ναυβάτην, ἄτιμον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ. καὶ νῦν τί μ ἄγετε· τί μ ἀπάγεσθε· τοῦ χάριν· ὃς οὐδέν εἰμι καὶ τέθνηχ ὑμῖν πάλαι. πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι χωλός, δυσώδης· πῶς θεοῖς ἔξεσθ, ὁμοῦ πλεύσαντος αἴθειν ἱερά· πῶς σπένδειν ἔτι· αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ. κακῶς ὄλοισθ: ὀλεῖσθε δ ἠδικηκότες τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει. ἔξοιδα δ ὡς μέλει γ: ἐπεὶ οὔποτ ἂν στόλον ἐπλεύσατ ἂν τόνδ εἵνεκ ἀνδρὸς ἀθλίου, εἰ μή τι κέντρον θεῖον ἦγ ὑμᾶς ἐμοῦ. ἀλλ, ὦ πατρῴα γῆ θεοί τ ἐπόψιοι, τίσασθε τίσασθ ἀλλὰ τῷ χρόνῳ ποτὲ ξύμπαντας αὐτούς, εἴ τι κἄμ οἰκτίρετε: ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δ ἴδοιμ ὀλωλότας τούτους, δοκοῖμ ἂν τῆς νόσου πεφευγέναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기