호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δρῶμεν·? ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ, ἤδη στὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις. ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις τοῦδ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι. ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ. οἴμοι, τί δράσω· μή ποτ ὤφελον λιπεῖν τὴν Σκῦρον: οὕτω τοῖς παροῦσιν ἄχθομαι. οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δ ἀνδρῶν μαθὼν ἐοίκας ἥκειν αἰσχρά: νῦν δ ἄλλοισι δοὺς οἷς εἰκὸς ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα. τί δρῶμεν, ἄνδρες· ὦ κάκιστ ἀνδρῶν, τί δρᾷς· οὐκ εἶ μεθεὶς τὰ τόξα ταῦτ ἐμοὶ πάλιν· οἴμοι, τίς ἁνήρ· ἆρ Ὀδυσσέως κλύω· Ὀδυσσέως, σάφ ἴσθ, ἐμοῦ γ, ὃν εἰσορᾷς. οἴμοι: πέπραμαι κἀπόλωλ: ὅδ ἦν ἄρα ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων. ἐγώ, σάφ ἴσθ, οὐκ ἄλλος: ὁμολογῶ τάδε. ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα. τοῦτο μέν, οὐδ ἢν θέλῃ, δράσει ποτ: ἀλλὰ καὶ σὲ δεῖ στείχειν ἅμ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε. ἔμ, ὦ κακῶν κάκιστε καὶ τολμήσατε, οἵδ ἐκ βίας ἄξουσιν· ἢν μὴ ἑρ´πῃς ἑκών. ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας Ἡφαιστότευκτον, ταῦτα δῆτ ἀνασχετά, εἴ μ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ· Ζεύς ἐσθ, ἵν εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν, Ζεύς, ᾧ δέδοκται ταῦθ: ὑπηρετῶ δ ἐγώ. ὦ μῖσος, οἱᾶ κἀξανευρίσκεις λέγειν: θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης. οὔκ, ἀλλ ἀληθεῖς: ἡ δ ὁδὸς πορευτέα. οὔ φημ. ἐγὼ δέ φημι. πειστέον τάδε. οἴμοι τάλας. ἡμᾶς μὲν ὡς δούλους σαφῶς πατὴρ ἄρ ἐξέφυσεν οὐδ ἐλευθέρους. οὔκ, ἀλλ ὁμοίους τοῖς ἀρίστοισιν, μεθ ὧν Τροίαν ς ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ. οὐδέποτέ γ: οὐδ ἢν χρῇ με πᾶν παθεῖν κακόν, ἑώς ἂν ᾖ μοι γῆς τόδ αἰπεινὸν βάθρον. τί δ ἐργασείεις· κρᾶτ ἐμὸν τόδ αὐτίκα πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών. ξυλλάβετον αὐτόν: μὴ πὶ τῷδ ἔστω τάδε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기