호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας δεινῆς τέχνημ ἔχθιστον, οἱά῀ μ εἰργάσω, οἷ ἠπάτηκας:? οὐδ ἐπαισχύνει μ ὁρῶν τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε· ἀπεστέρηκας τὸν βίον τὰ τόξ ἑλών. ἀπόδος, ἱκνοῦμαί ς, ἀπόδος, ἱκετεύω, τέκνον: πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃ. ὤμοι τάλας. ἀλλ οὐδὲ προσφωνεῖ μ ἔτι, ἀλλ ὡς μεθήσων μήποθ, ὧδ ὁρᾷ πάλιν. ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι, ὑμῖν τάδ, οὐ γὰρ ἄλλον οἶδ ὅτῳ λέγω, ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν, οἷ ἔργ ὁ παῖς μ ἔδρασεν οὑξ Ἀχιλλέως: ὀμόσας ἀπάξειν οἴκαδ, ἐς Τροίαν μ ἄγει: προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει, καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει: ὡς ἄνδρ ἑλὼν ἰσχυρόν ἐκ βίας μ ἄγει, κοὐκ οἶδ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν, εἴδωλον ἄλλως: οὐ γὰρ ἂν σθένοντά γε εἷλέν μ: ἐπεὶ οὐδ ἂν ὧδ ἔχοντ, εἰ μὴ δόλῳ. νῦν δ ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν· ἀλλ ἀπόδος, ἀλλὰ νῦν ἔτ ἐν σαυτῷ γενοῦ. τί φής· σιωπᾷς· οὐδέν εἰμ ὁ δύσμορος. ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν: ἀλλ αὐανοῦμαι τῷδ ἐν αὐλίῳ μόνος, οὐ πτηνὸν ὄρνιν οὐδὲ θῆρ ὀρειβάτην τόξοις ἐναίρων τοισίδ, ἀλλ αὐτὸς τάλας θανὼν παρέξω δαῖθ ὑφ ὧν ἐφερβόμην, καί μ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν: φόνον φόνου δὲ ῥύσιον τίσω τάλας πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν. ὄλοιο - μή πω, πρὶν μάθοιμ εἰ καὶ πάλιν γνώμην μετοίσεις: εἰ δὲ μή, θάνοις κακῶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기