호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.? ἀλλ, ὦ τέκνον, καὶ θάρσος ἴσχ: ὡς ἥδε μοι ὀξεῖα φοιτᾷ καὶ ταχεῖ ἀπέρχεται. ἀλλ ἀντιάζω, μή με καταλίπῃς μόνον. θάρσει, μενοῦμεν. ἦ μενεῖς· σαφῶς φρόνει. οὐ μήν ς ἔνορκόν γ ἀξιῶ θέσθαι, τέκνον. ὡς οὐ θέμις γ ἐμοὔστι σοῦ μολεῖν ἄτερ. ἔμβαλλε χειρὸς πίστιν. ἐμβάλλω μενεῖν. ἐκεῖσε νῦν μ, ἐκεῖσε ποῖ λέγεις· ἄνω τί παραφρονεῖς αὖ· τί τὸν ἄνω λεύσσεις κύκλον· μέθες μέθες με. ποῖ μεθῶ· μέθες ποτέ. οὔ φημ ἐάσειν. ἀπό μ ὀλεῖς, ἢν προσθίγῃς. καὶ δὴ μεθίημ, εἴ τι δὴ πλέον φρονεῖς. ὦ γαῖα, δέξαι θανάσιμόν μ ὅπως ἔχω τὸ γὰρ κακὸν τόδ οὐκέτ ὀρθοῦσθαί μ ἐᾷ. τὸν ἄνδρ ἐοίκεν ὕπνος οὐ μακροῦ χρόνου ἕξειν: κάρα γὰρ ὑπτιάζεται τόδε: ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας, μέλαινά τ ἄκρου τις παρέρρωγεν ποδὸς αἱμορραγὴς φλέψ. ἀλλ ἐάσωμεν, φίλοι, ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기