- 텍스트

Sophocles, Philoctetes, episode 1:

(소포클레스, 필록테테스, episode 1:)

ἀλλ οὖν δέδοικα μὴ ἀτέλεστ εὔχῃ, τέκνον.? στάζει γὰρ αὖ μοι φοίνιον τόδ ἐκ βυθοῦ κηκῖον αἷμα, καί τι προσδοκῶ νέον. παπαῖ, φεῦ. παπαῖ μάλ, ὦ πούς, οἱά῀ μ ἐργάσει κακά. προσέρπει, προσέρχεται τόδ ἐγγύς. οἴμοι μοι τάλας. ἔχετε τὸ πρᾶγμα: μὴ φύγητε μηδαμῇ. ἀτταταῖ. ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς στέρνων ἔχοιτ ἄλγησις ἥδε. φεῦ, παπαῖ, παπαῖ μάλ αὖθις. ὦ διπλοῖ στρατηλάται, Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντ ἐμοῦ τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον· ἰώ μοι. ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος οὕτω κατ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε· ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν τῷ Λημνίῳ τῷδ ἀνακαλουμένῳ πυρὶ ἔμπρησον, ὦ γενναῖε: κἀγώ τοί ποτε τὸν τοῦ Διὸς παῖδ ἀντὶ τῶνδε τῶν ὅπλων, ἃ νῦν σὺ σῴζεις, τοῦτ ἐπηξίωσα δρᾶν. τί φής, παῖ· τί φής· τί σιγᾷς· ποῦ ποτ ὤν, τέκνον, κυρεῖς·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION