- 텍스트

Sophocles, Philoctetes, episode

(소포클레스, 필록테테스, episode)

ἑρ´π, εἰ θέλεις.? τί δή ποθ ὧδ ἐξ οὐδενὸς λόγου σιωπᾷς κἀπόπληκτος ὧδ ἔχει· ἀᾶ, ἀᾶ. τί δ ἔστιν· οὐδὲν δεινόν: ἀλλ ἴθ, ὦ τέκνον. μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου· οὐ δῆτ ἔγωγ, ἀλλ ἄρτι κουφίζειν δοκῶ. ὦ θεοί. τί τοὺς θεοὺς ὧδ ἀναστένων καλεῖς· σωτῆρας αὐτοὺς ἠπίους θ ἡμῖν μολεῖν. ἀᾶ, ἀᾶ. τί ποτε πέπονθας· οὐκ ἐρεῖς, ἀλλ ὧδ ἔσει σιγηλός· ἐν κακῷ δέ τῳ φαίνει κυρῶν. ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν κρύψαι παρ ὑμῖν, ἀτταταῖ: διέρχεται διέρχεται. δύστηνος, ὦ τάλας ἐγώ. ἀπόλωλα, τέκνον: βρύκομαι, τέκνον: παπαῖ, ἀπαππαπαῖ, παπαππαπαππαπαππαπαῖ. πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα: ἀπάμησον ὡς τάχιστα: μὴ φείσῃ βίου. ἴθ, ὦ παῖ. τί δ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου τοσήνδ ἰυγὴν καὶ στόνον σαυτοῦ ποεῖ· οἶσθ, ὦ τέκνον· τί δ ἔστιν· οἶσθ, ὦ παῖ· τί σοί· οὐκ οἶδα. πῶς οὐκ οἶσθα· παππαπαππαπαῖ. δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος. δεινὸν γὰρ οὐδὲ ῥητόν: ἀλλ οἴκτιρέ με. τί δῆτα δράσω· μή με ταρβήσας προδῷς: ἥκει γὰρ αὕτη διὰ χρόνου πλάνοις ἴσως ὡς ἐξεπλήσθη. ἰὼ ἰὼ δύστηνε σύ, δύστηνε δῆτα διὰ πόνων πάντων φανείς. βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου· μὴ δῆτα τοῦτό γ: ἀλλά μοι τὰ τόξ ἑλὼν τάδ, ὥσπερ ᾐτοῦ μ ἀρτίως, ἑώς ἀνῇ τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν, σῷζ αὐτὰ καὶ φύλασσε. λαμβάνει γὰρ οὖν ὕπνος μ, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε: κοὐκ ἔστι λῆξαι πρότερον: ἀλλ ἐᾶν χρεὼν ἕκηλον εὕδειν. ἢν δὲ τῷδε τῷ χρόνῳ μόλως ἐκεῖνοι, πρὸς θεῶν ἐφίεμαι ἑκόντα μηδ ἄκοντα μηδέ τῳ τέχνῃ κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θ ἅμα κἄμ, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ. θάρσει προνοίας οὕνεκ: οὐ δοθήσεται πλὴν σοί τε κἀμοί: ξὺν τύχῃ δὲ πρόσφερε. ἰδοὺ δέχου, παῖ: τὸν φθόνον δὲ πρόσκυσον μή σοι γενέσθαι πολύπον αὐτὰ μηδ ὅπως ἐμοί τε καὶ τῷ πρόσθ ἐμοῦ κεκτημένῳ. ὦ θεοί, γένοιτο ταῦτα νῷν: γένοιτο δὲ πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION