호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔκουν τάδ, ὦ παῖ, δεινά, τὸν Λαερτίου ἔμ ἐλπίσαι ποτ ἂν λόγοισι μαλθακοῖς δεῖξαι νεὼς ἄγοντ ἐν Ἀργείοις μέσοις·? οὔ: θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ κλύοιμ ἐχίδνης, ἥ μ ἔθηκεν ὧδ ἄπουν. ἀλλ ἔστ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ τολμητά: καὶ νῦν οἶδ ὁθούνεχ ἵξεται. ἀλλ, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς. ἰώμεν: ἥ τοι καίριος σπουδὴ πόνου λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν. οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ, τότε στελοῦμεν: νῦν γὰρ ἀντιοστατεῖ. ἀεὶ καλὸς πλοῦς ἔσθ, ὅταν φεύγῃς κακά. οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτ ἐναντία. οὐκ ἔστι λῃσταῖς πνεῦμ ἐναντιούμενον, ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ. ἀλλ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν ὅτου σε χρεία καὶ πόθος μάλιστ ἔχει. ἀλλ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο. τί τοῦθ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι· φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστ ἀεὶ κοιμῶ τόδ ἕλκος, ὥστε πραΰνειν πάνυ. ἀλλ ἔκφερ αὐτό. τί γὰρ ἔτ ἄλλ ἐρᾷς λαβεῖν· εἴ μοί τι τόξων τῶνδ ἀπημελημένον παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν. ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξ ἃ νῦν ἔχεις· ταῦτ, οὐ γὰρ ἄλλ ἔστ, ἀλλ ἃ βαστάζω χεροῖν. ἆρ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν καὶ βαστάσαι με προσκύσαι θ ὥσπερ θεόν· σοί γ, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται. καὶ μὴν ἐρῶ γε, τὸν δ ἔρωθ οὕτως ἔχω: εἴ μοι θέμις, θέλοιμ ἄν: εἰ δὲ μή, πάρες. ὅσιά τε φωνεῖς ἔστι τ, ὦ τέκνον, θέμις, ὅς γ ἡλίου τόδ εἰσορᾶν ἐμοὶ φάος μόνος δέδωκας, ὃς χθόν Οἰταίαν ἰδεῖν, ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν ἐχθρῶν μ ἔνερθεν ὄντ ἀνέστησας πέρα. θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν ἀρετῆς ἕκατι τῶνδ ἐπιψαῦσαι μόνον: εὐεργετῶν γὰρ καὐτὸς αὔτ ἐκτησάμην. οὐκ ἄχθομαί ς ἰδών τε καὶ λαβὼν φίλον: ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται, παντὸς γένοιτ ἂν κτήματος κρείσσων φίλος. χωροῖς ἂν εἴσω. καὶ σέ γ εἰσάξω: τὸ γὰρ νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기