호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα δῖός τ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός, λέγοντες, εἴτ ἀληθὲς εἴτ ἄρ οὖν μάτην, ὡς οὐ θέμις γίγνοιτ, ἐπεὶ κατέφθιτο πατὴρ ἐμός, τὰ πέργαμ ἄλλον ἤ μ ἑλεῖν.? ταῦτ, ὦ ξέν, οὕτως ἐννέποντες οὐ πολὺν χρόνον μ ἐπέσχον μή με ναυστολεῖν ταχύ, μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ, ὅπως ἴδοιμ ἄθαπτον: οὐ γὰρ εἰδόμην: ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν, εἰ τἀπὶ Τροίᾳ πέργαμ αἱρήσοιμ ἰών. ἦν δ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι, κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ κατηγόμην: καί μ εὐθὺς ἐν κύκλῳ στρατὸς ἐκβάντα πᾶς ἠσπάζετ, ὀμνύντες βλέπειν τὸν οὐκέτ ὄντα ζῶντ Ἀχιλλέα πάλιν. κεῖνος μὲν οὖν ἔκειτ: ἐγὼ δ ὁ δύσμορος ἐπεὶ δάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν, τά θ ὅπλ ἀπῄτουν τοῦ πατρὸς τά τ ἄλλ ὅς ἦν. οἱ δ εἶπον, οἴμοι, τλημονέστατον λόγον: ὦ σπέρμ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι πατρῷ ἑλέσθαι, τῶν δ ὅπλων κείνων ἀνὴρ ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος. κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω: ὦ σχέτλι, ἦ τολμήσατ ἀντ ἐμοῦ τινι δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ· ὁ δ εἶπ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ, ναί, παῖ, δεδώκας ἐνδίκως οὗτοι τάδε: ἐγὼ γὰρ αὔτ ἔσωσα κἀκεῖνον παρών. κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος, εἰ τἀμὰ κεῖνος ὅπλ ἀφαιρήσοιτό με. ὁ δ ἐνθάδ ἥκων, καίπερ οὐ δύσοργος ὤν, δηχθεὶς πρὸς ἁξήκουσεν ὧδ ἠμείψατο: οὐκ ἦσθ ἵν ἡμεῖς, ἀλλ ἀπῆσθ ἵν οὔ ς ἔδει: καὶ ταῦτ, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν, οὐ μήποτ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων. τοιαῦτ ἀκούσας κἀξονειδισθεὶς κακὰ πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως. κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει: πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένων στρατός τε σύμπας: οἱ δ ἀκοσμοῦντες βροτῶν διδασκάλων λόγοισι γίγνονται κακοί. λόγος λέλεκται πᾶς: ὁ δ Ἀτρείδας στυγῶν ἐμοί θ ὁμοίως καὶ θεοῖς εἰή φίλος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기