호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐοίκα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.? ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις, ὡς εἴς ἀληθεῖς οἶδα, συντυχὼν κακῶν ἀνδρῶν Ἀτρειδῶν τῆς τ Ὀδυσσέως βίας. ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις ἔγκλημ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών· θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε, ἵν αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θ ὅτι χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ. εὖ γ, ὦ τέκνον: τίνος γὰρ ὧδε τὸν μέγαν χόλον κατ αὐτῶν ἐγκαλῶν ἐλήλυθας· ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δ ἐρῶ, ἅγωγ ὑπ αὐτῶν ἐξελωβήθην μολών. ἐπεὶ γὰρ ἔσχε μοῖρ Ἀχιλλέα θανεῖν, οἴμοι: φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω πρῶτον τόδ, ἦ τέθνηχ ὁ Πηλέως γόνος· τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δ ὕπο, τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς. ἀλλ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών: ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν πάθημ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω. οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ ς, ὦ τάλας, ἀλγήμαθ, ὥστε μὴ τὰ τῶν πέλας στένειν. ὀρθῶς ἔλεξας: τοιγαροῦν τὸ σὸν φράσον αὖθις πάλιν μοι πρᾶγμ, ὅτῳ ς ἐνύβρισαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기