- 텍스트

Sophocles, Philoctetes, episode 2:

(소포클레스, 필록테테스, episode 2:)

ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι, κἄδει τι βαιᾷ τῇδ ὑπὸ στέγῃ μόνον διακονεῖσθαι.? γαστρὶ μὲν τὰ σύμφορα τόξον τόδ ἐξηύρισκε, τὰς ὑποπτέρους βάλλον πελείας: πρὸς δὲ τοῦθ, ὅ μοι βάλοι νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας εἰλυόμην, δύστηνον ἐξέλκων πόδα, πρὸς τοῦτ ἄν: εἴ τ ἔδει τι καὶ ποτὸν λαβεῖν, καί που πάγου χυθέντος, οἱᾶ χείματι, ξύλον τι θραῦσαι, ταῦτ ἂν ἐξέρπων τάλας ἐμηχανώμην: εἶτα πῦρ ἂν οὐ παρῆν, ἀλλ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις ἔφην ἄφαντον φῶς, ὃ καὶ σῴζει μ ἀεί. οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα πάντ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ. φέρ, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς. ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών: οὐ γάρ τις ὁρ´μος ἔστιν οὐδ ὅποι πλέων ἐξεμπολήσει κέρδος ἢ ξενώσεται. οὐκ ἐνθάδ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν. τάχ οὖν τις ἄκων ἔσχε: πολλὰ γὰρ τάδε ἐν τῷ μακρῷ γένοιτ ἂν ἀνθρώπων χρόνῳ: οὗτοί μ, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν: ἐκεῖνο δ οὐδείς, ἡνίκ ἂν μνησθῶ, θέλει, σῶσαί μ ἐς οἴκους, ἀλλ ἀπόλλυμαι τάλας ἔτος τόδ ἤδη δέκατον ἐν λιμῷ τε καὶ κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον. τοιαῦτ Ἀτρεῖδαί μ ἥ τ Ὀδυσσέως βία, ὦ παῖ, δεδράκας, οἷ Ὀλύμπιοι θεοὶ δοῖέν ποτ αὐτοῖς ἀντίποιν ἐμοῦ παθεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION