호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ μὲν ἀρχαῖοι τὰς τῶν στοιχείων μίξεις κατ ἀλλοίωσιν. οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον κατὰ παράθεσιν.
Ἐμπεδοκλῆς δ ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων.
Πλάτων τὰ μὲν τρία σώματα οὑ᾿ γὰρ θέλει κυρίως αὐτὰ εἶναι στοιχεῖα ἢ προσονομάζειν τρεπτὰ εἰς ἄλληλα, πῦρ ἀέρα ὕδωρ: τὴν δὲ γῆν εἴς τι τούτων ἀμετάβλητον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기